«
SBL Greek NT (2010)
SBL
Book of Jasher (1840)
Jas(1840)
[1]Διώκετε τὴν ἀγάπην, ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε. [No book]
[2]ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ⸀ἀλλὰ θεῷ, οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια· [No book]
[3]ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν. [No book]
[4]ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ· ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ. [No book]
[5]θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων ⸀δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ ⸀διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ. [No book]
[6]⸀Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ; [No book]
[7]ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ ⸀δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; [No book]
[8]καὶ γὰρ ἐὰν ἄδηλον ⸂φωνὴν σάλπιγξ⸃ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; [No book]
[9]οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες. [No book]
[10]τοσαῦτα εἰ τύχοι γένη φωνῶν ⸀εἰσιν ἐν κόσμῳ, καὶ ⸀οὐδὲν ἄφωνον· [No book]
[11]ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος. [No book]
[12]οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε. [No book]
[13]⸀Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. [No book]
[14]ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν. [No book]
[15]τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ· [No book]
[16]ἐπεὶ ἐὰν ⸀εὐλογῇς ⸀πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· [No book]
[17]σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλʼ ὁ ἕτερος οὐκ οἰκοδομεῖται. [No book]
[18]εὐχαριστῶ τῷ ⸀θεῷ, πάντων ὑμῶν μᾶλλον ⸀γλώσσαις ⸀λαλῶ· [No book]
[19]ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους ⸂τῷ νοΐ⸃ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ. [No book]
[20]Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε. [No book]
[21]ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ⸀ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδʼ οὕτως εἰσακούσονταί μου, λέγει κύριος. [No book]
[22]ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν. [No book]
[23]ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες ⸂λαλῶσιν γλώσσαις⸃, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε; [No book]
[24]ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, [No book]
[25]⸀τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ⸂Ὄντως ὁ θεὸς⸃ ἐν ὑμῖν ἐστιν. [No book]
[26]Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ⸀ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ⸂ἀποκάλυψιν ἔχει, γλῶσσαν⸃ ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. [No book]
[27]εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω· [No book]
[28]ἐὰν δὲ μὴ ᾖ ⸀διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ. [No book]
[29]προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν· [No book]
[30]ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω. [No book]
[31]δύνασθε γὰρ καθʼ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται [No book]
[32](καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται, [No book]
[33]οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλὰ εἰρήνης), ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων. [No book]
[34]Αἱ ⸀γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν, οὐ γὰρ ⸀ἐπιτρέπεται αὐταῖς λαλεῖν· ἀλλὰ ⸀ὑποτασσέσθωσαν, καθὼς καὶ ὁ νόμος λέγει. [No book]
[35]εἰ δέ τι ⸀μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν, αἰσχρὸν γάρ ἐστιν γυναικὶ ⸂λαλεῖν ἐν ἐκκλησίᾳ⸃. [No book]
[36]ἢ ἀφʼ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν; [No book]
[37]Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ⸀ἐστίν· [No book]
[38]εἰ δέ τις ἀγνοεῖ, ⸀ἀγνοεῖται. [No book]
[39]ὥστε, ἀδελφοί ⸀μου, ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν ⸂μὴ κωλύετε γλώσσαις⸃· [No book]
[40]πάντα ⸀δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω. [No book]
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
See information...
Top