|
[1]Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. |
[1]But of these thingis that ben sacrified to ydols, we witen, for alle we han kunnyng. But kunnyng blowith, charite edefieth. |
[2]ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ. εἰ δέ τις δοκεῖ εἰδέναι τι, οὐδέπω οὐδὲν ἔγνωκε καθὼς δεῖ γνῶναι· |
[2]But if ony man gessith, that he kan ony thing, he hath not yit knowe hou it bihoueth hym to kunne. |
[3]εἰ δέ τις ἀγαπᾷ τὸν Θεόν, οὗτος ἔγνωσται ὑπ᾿ αὐτοῦ. |
[3]And if ony man loueth God, this is knowun of hym. |
[4]Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς Θεὸς ἕτερος εἰ μὴ εἷς. |
[4]But of metis that ben offrid to idols, we witen, that an idol is no thing in the world, and that ther is no God but oon. |
[5]καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί, |
[5]For thouy ther ben summe that ben seid goddis, ethir in heuene, ether in erthe, as ther ben many goddis, and many lordis; |
[6]ἀλλ᾿ ἡμῖν εἷς Θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς Κύριος ᾿Ιησοῦς Χριστός, δι᾿ οὗ τὰ πάντα καὶ ἡμεῖς δι᾿ αὐτοῦ. |
[6]netheles to vs is o God, the fadir, of whom ben alle thingis, and we in hym; and o Lord Jhesu Crist, bi whom ben alle thingis, and we bi hym. |
[7]᾿Αλλ᾿ οὐκ ἐν πᾶσιν ἡ γνῶσις· τινὲς δὲ τῇ συνειδήσει τοῦ εἰδώλου ἕως ἄρτι ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. |
[7]But not in alle men is kunnyng. For summen with conscience of ydol til now eten as thing offrid to idolis; and her conscience is defoulid, for it is sijk. |
[8]βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ· οὔτε γὰρ ἐὰν φάγωμεν περισσεύωμεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα. |
[8]Mete comendith vs not to God; for nether we schulen faile, if we eten not, nether if we eten, we schulen haue plente. |
[9]βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. |
[9]But se ye, lest perauenture this your leeue be maad hurtyng to sijke men. |
[10]ἐὰν γάρ τις ἴδῃ σε, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; |
[10]For if ony man schal se hym, that hath kunnyng, etynge in a place where idols ben worschipid, whethir his conscience, sithen it is sijke, schal not be edified to ete thingis offrid to idols? |
[11]καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι᾿ ὃν Χριστὸς ἀπέθανεν. |
[11]And the sijk brothir, for whom Crist diede, schal perische in thi kunnyng. |
[12]οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε. |
[12]For thus ye synnyng ayens britheren, and smytynge her sijk conscience synnen ayens Crist. |
[13]διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. |
[13]Wherfor if mete sclaundrith my brother, Y schal neuere ete fleisch, lest Y sclaundre my brothir. |