|
[1]συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας |
[1]Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς· |
[2]λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας |
[2]—λέγει γάρ Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·— |
[3]μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμηθη η διακονια |
[3]μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, |
[4]αλλ εν παντι συνιστανοντες συνισταντες εαυτους ως θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις |
[4]ἀλλ’ ἐν παντὶ συνιστάνοντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, |
[5]εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστειαις |
[5]ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, |
[6]εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω |
[6]ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι Ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, |
[7]εν λογω αληθειας εν δυναμει θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων |
[7]ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, |
[8]δια δοξης και ατιμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις |
[8]διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, |
[9]ως αγνοουμενοι και επιγινωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως παιδευομενοι και μη θανατουμενοι |
[9]ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, |
[10]ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες |
[10]ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. |
[11]το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται |
[11]Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· |
[12]ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων |
[12]οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· |
[13]την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμεις |
[13]τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. |
[14]μη γινεσθε ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνη και ανομια η τις κοινωνια φωτι προς σκοτος |
[14]Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ, ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; |
[15]τις δε συμφωνησις χριστου προς βελιαρ η τις μερις πιστω μετα απιστου |
[15]τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; |
[16]τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων ημεις γαρ ναος θεου εσμεν ζωντος καθως ειπεν ο θεος οτι ενοικησω εν αυτοις και εμπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μου λαος |
[16]τίς δὲ συνκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ Θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. |
[17]διο εξελθατε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμας |
[17]διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, |
[18]και εσομαι υμιν εις πατερα και υμεις εσεσθε μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ |
[18]καὶ ἔσομαι ὑμῖν εἰς Πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος Παντοκράτωρ. |