Fatal error: Uncaught TypeError: get_verse(): Argument #5 ($T) must be of type string, array given, called in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 610 and defined in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc:120 Stack trace: #0 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc(610): get_verse(1, '2Sa', 5, 16, Array, 0, Array) #1 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc(431): require('/var/www/vhosts...') #2 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php(112): require('/var/www/vhosts...') #3 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php(20): require('/var/www/vhosts...') #4 {main} thrown in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 120
«
The Septuagint
LXX
Jewish Publication Society (1917)
JPS
[1]καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ ισραηλ πρὸς δαυιδ εἰς χεβρων καὶ εἶπαν αὐτῷ ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς [1]Then came all the tribes of Israel to David unto Hebron, and spoke, saying: 'Behold, we are thy bone and thy flesh.
[2]καὶ ἐχθὲς καὶ τρίτην ὄντος σαουλ βασιλέως ἐφ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν ισραηλ καὶ εἶπεν κύριος πρὸς σέ σὺ ποιμανεῖς τὸν λαόν μου τὸν ισραηλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν ισραηλ [2]In times past, when Saul was king over us, it was thou that didst lead out and bring in Israel; and ‏𐤉𐤇𐤅𐤇‎ said to thee: Thou shalt feed My people Israel, and thou shalt be prince over Israel.'
[3]καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι ισραηλ πρὸς τὸν βασιλέα εἰς χεβρων καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς δαυιδ διαθήκην ἐν χεβρων ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν δαυιδ εἰς βασιλέα ἐπὶ πάντα ισραηλ [3]So all the elders of Israel came to the king to Hebron; and king David made a covenant with them in Hebron before ‏𐤉𐤇𐤅𐤇‎; and they anointed David king over Israel.
[4]υἱὸς τριάκοντα ἐτῶν δαυιδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν [4]David was thirty years old when he began to reign, and he reigned forty years.
[5]ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν χεβρων ἐπὶ τὸν ιουδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα ισραηλ καὶ ιουδαν ἐν ιερουσαλημ [5]In Hebron he reigned over Judah seven years and six months; and in Jerusalem he reigned thirty and three years over all Israel and Judah.
[6]καὶ ἀπῆλθεν δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς ιερουσαλημ πρὸς τὸν ιεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ δαυιδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται δαυιδ ὧδε [6]And the king and his men went to Jerusalem against the Jebusites, the inhabitants of the land, who spoke unto David, saying: 'Except thou take away the blind and the lame, thou shalt not come in hither'; thinking: 'David cannot come in hither.'
[7]καὶ κατελάβετο δαυιδ τὴν περιοχὴν σιων αὕτη ἡ πόλις τοῦ δαυιδ [7]Nevertheless David took the stronghold of Zion; the same is the city of David.
[8]καὶ εἶπεν δαυιδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων ιεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν δαυιδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου [8]And David said on that day: 'Whosoever smiteth the Jebusites, and getteth up to the gutter, and taketh away the lame and the blind, that are hated of David's soul Wherefore they say: 'There are the blind and the lame; he cannot come into the house.'
[9]καὶ ἐκάθισεν δαυιδ ἐν τῇ περιοχῇ καὶ ἐκλήθη αὕτη ἡ πόλις δαυιδ καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ [9]And David dwelt in the stronghold, and called it the city of David. And David built round about from Millo and inward.
[10]καὶ ἐπορεύετο δαυιδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ αὐτοῦ [10]And David waxed greater and greater; for ‏𐤉𐤇𐤅𐤇‎, the God of hosts, was with him.
[11]καὶ ἀπέστειλεν χιραμ βασιλεὺς τύρου ἀγγέλους πρὸς δαυιδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ δαυιδ [11]And Hiram king of Tyre sent messengers to David, and cedar-trees, and carpenters, and masons; and they built David a house.
[12]καὶ ἔγνω δαυιδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ ισραηλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ ισραηλ [12]And David perceived that ‏𐤉𐤇𐤅𐤇‎ had established him king over Israel, and that He had exalted his kingdom for His people Israel's sake.
[13]καὶ ἔλαβεν δαυιδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ ιερουσαλημ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ χεβρων καὶ ἐγένοντο τῷ δαυιδ ἔτι υἱοὶ καὶ θυγατέρες [13]And David took him more concubines and wives out of Jerusalem, after he was come from Hebron; and there were yet sons an daughters born to David.
[14]καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν ιερουσαλημ σαμμους καὶ σωβαβ καὶ ναθαν καὶ σαλωμων [14]And these are the names of those that were born unto him in Jerusal Shammua, and Shobab, and Nathan, and Solomon;
[15]καὶ εβεαρ καὶ ελισους καὶ ναφεκ καὶ ιεφιες [15]And Ibhar, and Elishua, and Nepheg, and Japhia;