|
[1]Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν χριστῷ Ἰησοῦ, |
[1]συ ουν τεκνον μου ενδυναμου εν τη χαριτι τη εν χριστω ιησου |
[2]καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. |
[2]και α ηκουσας παρ εμου δια πολλων μαρτυρων ταυτα παραθου πιστοις ανθρωποις οιτινες ικανοι εσονται και ετερους διδαξαι |
[3]συγκακοπάθησον, ὡς καλὸς στρατιώτης χριστοῦ Ἰησοῦ. |
[3]συγκακοπαθησον ως καλος στρατιωτης χριστου ιησου |
[4]οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. |
[4]ουδεις στρατευομενος εμπλεκεται ταις του βιου πραγματειαις ινα τω στρατολογησαντι αρεση |
[5]ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. |
[5]εαν δε και αθλη τις ου στεφανουται εαν μη νομιμως αθληση |
[6]τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν· |
[6]τον κοπιωντα γεωργον δει πρωτον των καρπων μεταλαμβανειν |
[7]νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. |
[7]νοει ο λεγω δωσει γαρ σοι ο κυριος συνεσιν εν πασιν |
[8]μνημόνευε Ἰησοῦν χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυείδ, κατὰ τὸ εὐαγγέλιόν μου· |
[8]μνημονευε ιησουν χριστον εγηγερμενον εκ νεκρων εκ σπερματος δαυιδ κατα το ευαγγελιον μου |
[9]ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν, ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ θεοῦ οὐ δέδεται. |
[9]εν ω κακοπαθω μεχρι δεσμων ως κακουργος αλλα ο λογος του θεου ου δεδεται |
[10]διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. |
[10]δια τουτο παντα υπομενω δια τους εκλεκτους ινα και αυτοι σωτηριας τυχωσιν της εν χριστω ιησου μετα δοξης αιωνιου |
[11]πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν· |
[11]πιστος ο λογος ει γαρ συναπεθανομεν και συζησομεν |
[12]εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· |
[12]ει υπομενομεν και συμβασιλευσομεν ει αρνησομεθα κακεινος αρνησεται ημας |
[13]εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. |
[13]ει απιστουμεν εκεινος πιστος μενει αρνησασθαι γαρ εαυτον ου δυναται |
[14]Ταῦτα ὑπομίμνησκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν ἐπ᾽ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. |
[14]ταυτα υπομιμνησκε διαμαρτυρομενος ενωπιον του θεου μη λογομαχειν επ ουδεν χρησιμον επι καταστροφη των ακουοντων |
[15]σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. |
[15]σπουδασον σεαυτον δοκιμον παραστησαι τω θεω εργατην ανεπαισχυντον ορθοτομουντα τον λογον της αληθειας |
[16]τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, |
[16]τας δε βεβηλους κενοφωνιας περιιστασο επι πλειον γαρ προκοψουσιν ασεβειας |
[17]καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος καὶ Φιλητός, |
[17]και ο λογος αυτων ως γαγγραινα νομην εξει ων εστιν υμεναιος και φιλητος |
[18]οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. |
[18]οιτινες περι την αληθειαν ηστοχησαν λεγοντες [την] αναστασιν ηδη γεγονεναι και ανατρεπουσιν την τινων πιστιν |
[19]ὁ μέν τοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην, Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί, Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. |
[19]ο μεντοι στερεος θεμελιος του θεου εστηκεν εχων την σφραγιδα ταυτην εγνω κυριος τους οντας αυτου και αποστητω απο αδικιας πας ο ονομαζων το ονομα κυριου |
[20]ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν. |
[20]εν μεγαλη δε οικια ουκ εστιν μονον σκευη χρυσα και αργυρα αλλα και ξυλινα και οστρακινα και α μεν εις τιμην α δε εις ατιμιαν |
[21]ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. |
[21]εαν ουν τις εκκαθαρη εαυτον απο τουτων εσται σκευος εις τιμην ηγιασμενον ευχρηστον τω δεσποτη εις παν εργον αγαθον ητοιμασμενον |
[22]τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. |
[22]τας δε νεωτερικας επιθυμιας φευγε διωκε δε δικαιοσυνην πιστιν αγαπην ειρηνην μετα των επικαλουμενων τον κυριον εκ καθαρας καρδιας |
[23]τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας· |
[23]τας δε μωρας και απαιδευτους ζητησεις παραιτου ειδως οτι γεννωσιν μαχας |
[24]δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, |
[24]δουλον δε κυριου ου δει μαχεσθαι αλλα ηπιον ειναι προς παντας διδακτικον ανεξικακον |
[25]ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, |
[25]εν πραυτητι παιδευοντα τους αντιδιατιθεμενους μηποτε δωη αυτοις ο θεος μετανοιαν εις επιγνωσιν αληθειας |
[26]καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ᾽ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. |
[26]και ανανηψωσιν εκ της του διαβολου παγιδος εζωγρημενοι υπ αυτου εις το εκεινου θελημα |