|
[1]Ἤκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν ᾿Ιουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. |
[1]ηκουσαν δε οι αποστολοι και οι αδελφοι οι οντες κατα την ιουδαιαν οτι και τα εθνη εδεξαντο τον λογον του θεου |
[2]καὶ ὅτε ἀνέβη Πέτρος εἰς ῾Ιεροσόλυμα, διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς |
[2]οτε δε ανεβη πετρος εις ιερουσαλημ διεκρινοντο προς αυτον οι εκ περιτομης |
[3]λέγοντες ὅτι πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. |
[3]λεγοντες οτι εισηλθεν εισηλθες προς ανδρας ακροβυστιαν εχοντας και συνεφαγεν συνεφαγες αυτοις |
[4]ἀρξάμενος δὲ ὁ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· |
[4]αρξαμενος δε πετρος εξετιθετο αυτοις καθεξης λεγων |
[5]ἐγὼ ἤμην ἐν πόλει ᾿Ιόππῃ προσευχόμενος, καὶ εἶδον ἐν ἐκστάσει ὅραμα, καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ, καὶ ἦλθεν ἄχρις ἐμοῦ· |
[5]εγω ημην εν πολει ιοππη προσευχομενος και ειδον εν εκστασει οραμα καταβαινον σκευος τι ως οθονην μεγαλην τεσσαρσιν αρχαις καθιεμενην εκ του ουρανου και ηλθεν αχρις εμου |
[6]εἰς ἣν ἀτενίσας κατενόουν, καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. |
[6]εις ην ατενισας κατενοουν και ειδον τα τετραποδα της γης και τα θηρια και τα ερπετα και τα πετεινα του ουρανου |
[7]ἤκουσα δὲ φωνῆς λεγούσης μοι· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. |
[7]ηκουσα δε και φωνης λεγουσης μοι αναστας πετρε θυσον και φαγε |
[8]εἶπον δέ· μηδαμῶς, Κύριε· ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. |
[8]ειπον δε μηδαμως κυριε οτι κοινον η ακαθαρτον ουδεποτε εισηλθεν εις το στομα μου |
[9]ἀπεκρίθη δέ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. |
[9]απεκριθη δε εκ δευτερου φωνη φωνη εκ δευτερου εκ του ουρανου α ο θεος εκαθαρισεν συ μη κοινου |
[10]τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν. |
[10]τουτο δε εγενετο επι τρις και ανεσπασθη παλιν απαντα εις τον ουρανον |
[11]καὶ ἰδοὺ ἐξαυτῆς τρεῖς ἄνδρες ἐπέστησαν ἐπὶ τὴν οἰκίαν ἐν ᾗ ἤμην, ἀπεσταλμένοι ἀπὸ Καισαρείας πρός με. |
[11]και ιδου εξαυτης τρεις ανδρες επεστησαν επι την οικιαν εν η ημεν απεσταλμενοι απο καισαρειας προς με |
[12]εἶπε δέ μοι τὸ Πνεῦμα συνελθεῖν αὐτοῖς μηδὲν διακρινόμενον. ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι, καὶ εἰσήλθομεν εἰς τὸν οἶκον τοῦ ἀνδρός. |
[12]ειπεν δε το πνευμα μοι συνελθειν αυτοις μηδεν διακριναντα ηλθον δε συν εμοι και οι εξ αδελφοι ουτοι και εισηλθομεν εις τον οικον του ανδρος |
[13]ἀπήγγειλέ τε ἡμῖν πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ· ἀπόστειλον εἰς ᾿Ιόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, |
[13]απηγγειλεν δε ημιν πως ειδεν τον [τον] αγγελον εν τω οικω αυτου σταθεντα και ειποντα αποστειλον εις ιοππην και μεταπεμψαι σιμωνα τον επικαλουμενον πετρον |
[14]ὃς λαλήσει ῥήματα πρός σε, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἷκός σου. |
[14]ος λαλησει ρηματα προς σε εν οις σωθηση συ και πας ο οικος σου |
[15]ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπ᾿ αὐτοὺς ὥσπερ καὶ ἐφ᾿ ἡμᾶς ἐν ἀρχῇ. |
[15]εν δε τω αρξασθαι με λαλειν επεπεσεν το πνευμα το αγιον επ αυτους ωσπερ και εφ ημας εν αρχη |
[16]ἐμνήσθην δὲ τοῦ ῥήματος Κυρίου ὡς ἔλεγεν· ᾿Ιωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ῾Αγίῳ. |
[16]εμνησθην δε του ρηματος του κυριου ως ελεγεν ιωαννης μεν εβαπτισεν υδατι υμεις δε βαπτισθησεσθε εν πνευματι αγιω |
[17]εἰ οὖν τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, ἐγὼ δὲ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; |
[17]ει ουν την ισην δωρεαν εδωκεν αυτοις ο θεος ως και ημιν πιστευσασιν επι τον κυριον ιησουν χριστον εγω τις ημην δυνατος κωλυσαι τον θεον |
[18]ἀκούσαντες δὲ ταῦτα ἡσύχασαν καὶ ἐδόξαζον τὸν Θεὸν λέγοντες· ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν. |
[18]ακουσαντες δε ταυτα ησυχασαν και εδοξασαν τον θεον λεγοντες αρα και τοις εθνεσιν ο θεος την μετανοιαν εις ζωην εδωκεν |
[19]Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ ᾿Αντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ᾿Ιουδαίοις. |
[19]οι μεν ουν διασπαρεντες απο της θλιψεως της γενομενης επι στεφανω διηλθον εως φοινικης και κυπρου και αντιοχειας μηδενι λαλουντες τον λογον ει μη μονον ιουδαιοις |
[20]῏Ησαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς ᾿Αντιόχειαν ἐλάλουν πρὸς τοὺς ῾Ελληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον ᾿Ιησοῦν. |
[20]ησαν δε τινες εξ αυτων ανδρες κυπριοι και κυρηναιοι οιτινες ελθοντες εις αντιοχειαν ελαλουν και προς τους ελληνιστας ευαγγελιζομενοι τον κυριον ιησουν |
[21]καὶ ἦν χεὶρ Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον. |
[21]και ην χειρ κυριου μετ αυτων πολυς τε αριθμος ο πιστευσας επεστρεψεν επι τον κυριον |
[22]᾿Ηκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν ῾Ιεροσολύμοις περὶ αὐτῶν, καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως ᾿Αντιοχείας· |
[22]ηκουσθη δε ο λογος εις τα ωτα της εκκλησιας της ουσης εν ιερουσαλημ περι αυτων και εξαπεστειλαν βαρναβαν [διελθειν] εως αντιοχειας |
[23]ὃς παραγενόμενος καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας προσμένειν τῷ Κυρίῳ, |
[23]ος παραγενομενος και ιδων την χαριν την [την] του θεου εχαρη και παρεκαλει παντας τη προθεσει της καρδιας προσμενειν [εν] τω κυριω |
[24]ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ῾Αγίου καὶ πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. |
[24]οτι ην ανηρ αγαθος και πληρης πνευματος αγιου και πιστεως και προσετεθη οχλος ικανος τω κυριω |
[25]ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς ᾿Αντιόχειαν. |
[25]εξηλθεν δε εις ταρσον αναζητησαι σαυλον |
[26]ἐγένετο δὲ αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι τε πρῶτον ἐν ᾿Αντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. |
[26]και ευρων ηγαγεν εις αντιοχειαν εγενετο δε αυτοις και ενιαυτον ολον συναχθηναι εν τη εκκλησια και διδαξαι οχλον ικανον χρηματισαι τε πρωτως εν αντιοχεια τους μαθητας χριστιανους |
[27]᾿Εν ταύταις δὲ ταῖς ἡμέραις κατῆλθον ἀπὸ ῾Ιεροσολύμων προφῆται εἰς ᾿Αντιόχειαν· |
[27]εν ταυταις δε ταις ημεραις κατηλθον απο ιεροσολυμων προφηται εις αντιοχειαν |
[28]ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν ὀνόματι ῎Αγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. |
[28]αναστας δε εις εξ αυτων ονοματι αγαβος εσημαινεν εσημανεν δια του πνευματος λιμον μεγαλην μελλειν εσεσθαι εφ ολην την οικουμενην ητις εγενετο επι κλαυδιου |
[29]τῶν δὲ μαθητῶν καθὼς ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ ᾿Ιουδαίᾳ ἀδελφοῖς· |
[29]των δε μαθητων καθως ευπορειτο τις ωρισαν εκαστος αυτων εις διακονιαν πεμψαι τοις κατοικουσιν εν τη ιουδαια αδελφοις |
[30]ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου. |
[30]ο και εποιησαν αποστειλαντες προς τους πρεσβυτερους δια χειρος βαρναβα και σαυλου |