«
Nestle-Aland Greek NT (1993)
N/A GNT
Wycliffe's English Translation (1388)
Wyc
[1]ἦσαν δὲ ἐν ἀντιοχείᾳ κατὰ τὴν οὗσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε βαρναβᾶς καὶ συμεὼν ὁ καλούμενος νίγερ, καὶ λούκιος ὁ κυρηναῖος, μαναήν τε ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ σαῦλος. [1]And profetis and doctouris weren in the chirche that was at Antioche, in which Barnabas, and Symount, that was clepid Blac, and Lucius Cironense, and Manaen, that was the soukynge fere of Eroude tetrarke, and Saul weren.
[2]λειτουργούντων δὲ αὐτῶν τῶ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον, ἀφορίσατε δή μοι τὸν βαρναβᾶν καὶ σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. [2]And whanne thei mynystriden to the Lord, and fastiden, the Hooli Goost seide to hem, Departe ye to me Saul and Barnabas, in to the werk to which Y haue takun hem.
[3]τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. [3]Thanne thei fastiden, and preieden, and leiden hondis on hem, and leten hem go.
[4]αὐτοὶ μὲν οὗν ἐκπεμφθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος κατῆλθον εἰς σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς κύπρον, [4]But thei weren sent of the Hooli Goost, and wenten forth to Seleucia, and fro thennus thei wenten bi boot to Cipre.
[5]καὶ γενόμενοι ἐν σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ἰουδαίων· εἶχον δὲ καὶ ἰωάννην ὑπηρέτην. [5]And whanne thei camen to Salamyne, thei prechiden the word of God in the synagogis of Jewis; and thei hadden also Joon in mynystrie.
[6]διελθόντες δὲ ὅλην τὴν νῆσον ἄχρι πάφου εὖρον ἄνδρα τινὰ μάγον ψευδοπροφήτην ἰουδαῖον ᾧ ὄνομα βαριησοῦ, [6]And whanne thei hadden walkid bi al the ile to Pafum, thei founden a man, a witche, a false profete, a Jewe, to whom the name was Bariesu,
[7]ὃς ἦν σὺν τῶ ἀνθυπάτῳ σεργίῳ παύλῳ, ἀνδρὶ συνετῶ. οὖτος προσκαλεσάμενος βαρναβᾶν καὶ σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· [7]that was with the proconsul Sergius Paule, a prudent man. This clepide Barnabas and Poul, and desiride to here the word of God.
[8]ἀνθίστατο δὲ αὐτοῖς ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. [8]But Elymas witche withstoode hem; for his name is expowned so; and he souyte to turne awei the proconsul fro bileue.
[9]σαῦλος δέ, ὁ καὶ παῦλος, πλησθεὶς πνεύματος ἁγίου ἀτενίσας εἰς αὐτὸν [9]But Saul, which is seid also Paul, was fillid with the Hooli Goost, and bihelde in to hym, and seide, A!
[10]εἶπεν, ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς [τοῦ] κυρίου τὰς εὐθείας; [10]thou ful of al gile, and al falsnesse, thou sone of the deuel, thou enemye of al riytwisnesse, thou leeuest not to turne vpsodoun the riytful weies of the Lord.
[11]καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμά τε ἔπεσεν ἐπ᾽ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. [11]And now lo! the hoond of the Lord is on thee, and thou schalt be blynde, and not seynge the sunne in to a tyme. And anoon myste and derknesse felden doun on hym; and he yede aboute, and souyte hym that schulde yyue hoond to hym.
[12]τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. [12]Thanne the proconsul, whanne he hadde seyn the dede, bileuede, wondringe on the techyng of the Lord.
[13]ἀναχθέντες δὲ ἀπὸ τῆς πάφου οἱ περὶ παῦλον ἦλθον εἰς πέργην τῆς παμφυλίας· ἰωάννης δὲ ἀποχωρήσας ἀπ᾽ αὐτῶν ὑπέστρεψεν εἰς ἱεροσόλυμα. [13]And whanne fro Pafum Poul hadde go bi a boot, and thei that weren with hym, thei camen to Pergen of Pamfilie; but Joon departide fro hem, and turnede ayen to Jerusalem.
[14]αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς πέργης παρεγένοντο εἰς ἀντιόχειαν τὴν πισιδίαν, καὶ [εἰς]ελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. [14]And thei yeden to Pergen, and camen to Antioche of Persidie; and thei entriden in to the synagoge in the dai of sabatis, and saten.
[15]μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες, ἄνδρες ἀδελφοί, εἴ τίς ἐστιν ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. [15]And after the redyng of the lawe and of the prophetis, the princis of the synagoge senten to hem, and seiden, Britheren, if ony word of exortacioun to the puple is in you, seie ye.
[16]ἀναστὰς δὲ παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. [16]And Poul roos, and with hoond baad silence, and seide, Men of Israel, and ye that dreden God, here ye.
[17]ὁ θεὸς τοῦ λαοῦ τούτου ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, [17]God of the puple of Israel chees oure fadris, and enhaunside the puple, whanne thei weren comelingis in the loond of Egipt, and in an hiy arme he ledde hem out of it;
[18]καὶ ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, [18]and bi the tyme of fourti yeeris he suffride her maneres in desert.
[19]καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ χανάαν κατεκληρονόμησεν τὴν γῆν αὐτῶν [19]And he destriede seuene folkis in the loond of Canaan, and bi sort departide to hem her lond,
[20]ὡς ἔτεσιν τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα ἔδωκεν κριτὰς ἕως σαμουὴλ [τοῦ] προφήτου. [20]as aftir foure hundrid and fifti yeeris. And aftir these thingis he yaf domesmen, to Samuel, the profete.
[21]κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν σαοὺλ υἱὸν κίς, ἄνδρα ἐκ φυλῆς βενιαμίν, ἔτη τεσσεράκοντα. [21]And fro that tyme thei axiden a kyng, and God yaf to hem Saul, the sone of Cis, a man of the lynage of Beniamyn, bi fourti yeeris.
[22]καὶ μεταστήσας αὐτὸν ἤγειρεν τὸν δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας, εὖρον δαυὶδ τὸν τοῦ ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. [22]And whanne he was don awei, he reiside to hem Dauid king, to whom he bar witnessing, and seide, Y haue foundun Dauid, the sone of Jesse, a man aftir myn herte, which schal do alle my willis.
[23]τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾽ ἐπαγγελίαν ἤγαγεν τῶ ἰσραὴλ σωτῆρα ἰησοῦν, [23]Of whos seed bi the biheest God hath led out to Israel a sauyoure Jhesu,
[24]προκηρύξαντος ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῶ λαῶ ἰσραήλ. [24]whanne Joon prechide bifor the face of his comyng the baptym of penaunce to al the puple of Israel.
[25]ὡς δὲ ἐπλήρου ἰωάννης τὸν δρόμον, ἔλεγεν, τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ᾽ ἰδοὺ ἔρχεται μετ᾽ ἐμὲ οὖ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. [25]But whanne Joon fillide his cours, he seide, Y am not he, whom ye demen me to be; but lo! he cometh aftir me, and Y am not worthi to doon of the schoon of hise feet.
[26]ἄνδρες ἀδελφοί, υἱοὶ γένους ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. [26]Britheren, and sones of the kynde of Abraham, and whiche that in you dreden God, to you the word of helthe is sent.
[27]οἱ γὰρ κατοικοῦντες ἐν ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, [27]For thei that dwelliden at Jerusalem, and princis of it, that knewen not this Jhesu, and the voicis of prophetis, that by euery sabat ben red, demyden, and filliden;
[28]καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο πιλᾶτον ἀναιρεθῆναι αὐτόν· [28]and thei founden in hym no cause of deth, and axiden of Pilat, that thei schulden sle hym.
[29]ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. [29]And whanne thei hadden endid alle thingis that weren writun of hym, thei token hym doun of the tre, and leiden hym in a graue.
[30]ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· [30]And God reiside hym fro deth in the thridde dai; which was seyn bi mony daies to
[31]ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῶ ἀπὸ τῆς γαλιλαίας εἰς ἰερουσαλήμ, οἵτινες [νῦν] εἰσιν μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. [31]hem that wenten vp togidere with hym fro Galilee in to Jerusalem, which ben til now his witnessis to the puple.
[32]καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, [32]And we schewen to you the biheest that was maad to oure fadris;
[33]ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις [αὐτῶν] ἡμῖν ἀναστήσας ἰησοῦν, ὡς καὶ ἐν τῶ ψαλμῶ γέγραπται τῶ δευτέρῳ, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. [33]for God hath fulfillid this to her sones, and ayenreisid Jhesu; as in the secounde salm it is writun, Thou art my sone, to dai Y bigat thee.
[34]ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι δώσω ὑμῖν τὰ ὅσια δαυὶδ τὰ πιστά. [34]And he ayenreiside hym fro deth, that he schulde not turne ayen in to corrupcioun, seide thus, For Y schal yyue to you the hooli trewe thingis of Dauid.
[35]διότι καὶ ἐν ἑτέρῳ λέγει, οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. [35]And therfor and on an othere stide he seith, Thou schalt not yyue thin hooli to se corrupcioun.
[36]δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, [36]But Dauid in his generacioun, whanne he hadde mynstrid to the wille of God, diede, and was leid with hise fadris, and say corrupcioun;
[37]ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. [37]but he whom God reiside fro deth, say not corrupcioun.
[38]γνωστὸν οὗν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται [, καὶ] ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ μωϊσέως δικαιωθῆναι [38]Therfor, britheren, be it knowun to you, that bi hym remyssioun of synnes is teld to you, fro alle synnes, of whiche ye myyten not be iustified in the lawe of Moises.
[39]ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. [39]In this ech man that bileueth, is iustified.
[40]βλέπετε οὗν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις, [40]Therfor se ye, that it come not to you, that is biforeseid in the profetis,
[41]ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. [41]Ye dispiseris, se ye, and wondre ye, and be ye scaterid abrood; for Y worche a werk in youre daies, a werk that ye schulen not bileue, if ony man schal telle it to you.
[42]ἐξιόντων δὲ αὐτῶν παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. [42]And whanne thei yeden out, thei preieden, that in the sabat suynge thei schulden speke to hem these wordis.
[43]λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῶ παύλῳ καὶ τῶ βαρναβᾷ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ θεοῦ. [43]And whanne the synagoge was left, manye of Jewis and of comelingis worschypynge God supeden Poul and Barnabas; that spaken, and counseliden hem, that thei schulden dwelle in the grace of God.
[44]τῶ δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ κυρίου. [44]And in the sabat suynge almest al the citee cam togidir, to here the word of God.
[45]ἰδόντες δὲ οἱ ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ παύλου λαλουμένοις βλασφημοῦντες. [45]And Jewis sien the puple, and weren fillid with enuye, and ayenseiden these thingis that weren seyd of Poul, and blasfemyden.
[46]παρρησιασάμενοί τε ὁ παῦλος καὶ ὁ βαρναβᾶς εἶπαν, ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. [46]Thanne Poul and Barnabas stidfastli seiden, To you it bihofte first to speke the word of God; but for ye putten it awei, and han demyd you vnworthi to euerlastinge lijf, lo! we turnen to hethen men.
[47]οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος, τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. [47]For so the Lord comaundide vs, Y haue set thee in to liyt to hethen men, that thou be in to helthe to the vtmest of erthe.
[48]ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· [48]And hethen men herden, `and ioieden, and glorifieden the word of the Lord; and bileueden, as manye as weren bifore ordeyned to euerlastinge lijf.
[49]διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι᾽ ὅλης τῆς χώρας. [49]And the word of the Lord was sowun bi al the cuntre.
[50]οἱ δὲ ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν παῦλον καὶ βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. [50]But the Jewis stiriden religiouse wymmen, and onest, and the worthiest men of the citee, and stireden persecucioun ayens Poul and Barnabas, and dryuen hem out of her cuntreis.
[51]οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἐπ᾽ αὐτοὺς ἦλθον εἰς ἰκόνιον, [51]And thei schoken awei in to hem the duste of her feet, and camen to Yconye.
[52]οἵ τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου. [52]And the disciplis weren fillid with ioye and the Hooli Goost.
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Author: John Wycliffe (1328 – 1384)
Top