«
Patriarchal Greek NT (1904)
Patr
Peshitta NT (Etheridge, 1849)
PesNT(Eth)
[1]Ἦσαν δέ τινες ἐν ᾿Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε ῾Ηρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. [1]But there were in the church of Antiokia prophets and teachers, Bar Naba and Shemun who was called Niger, and Lukios who was from the city of Kyrene, and Manael, a fosterbrother of Herodes Tetrarka, and Shaol.
[2]λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ῞Αγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. [2]And as they fasted and supplicated Aloha, the Spirit of Holiness said to them, Separate to me Shaol and Bar Naba for the work to which I have called them.
[3]τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. [3]And after they had fasted and prayed, they laid upon them the hand, and dismissed them.
[4]Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, [4]And they, being sent by the Spirit of Holiness, went down to Selukia, and from thence proceeded by sea to Cyprus.
[5]καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾿Ιουδαίων· εἶχον δὲ καὶ ᾿Ιωάννην ὑπηρέτην. [5]And when they had entered the city Salamina, they preached the word of our Lord in the congregations of the Jihudoyee, and Juhanon ministered to them.
[6]Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον ᾧ ὄνομα Βαριησοῦς, [6]And when they had itinerated through the whole island unto the city Paphos, they found a man, a certain sorcerer, a Jihudoya, who was a false prophet, whose name was Bar Shuma.
[7]ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· [7]This adhered to a wise man who was proconsul, and was called Sergius Paulos. And the proconsul called Shaol and Bar Naba and requested to hear from them the word of Aloha.
[8]ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος – οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ – ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. [8]But this sorcerer, Bar Shuma, whose name interpreted is Elymos, stood against them, because he desired to avert the proconsul from faith.
[9]Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν [9]But Shaol, he who is called PAULOS, was filled with the Spirit of Holiness, and beheld him,
[10]εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; [10]And said, O full of all deceits and all wickednesses, thou son of the devil, and adversary of all righteousness, ceasest thou not to pervert the right ways of the Lord?
[11]καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. [11]And now the hand of the Lord is upon thee, and thou shalt be blind, and not see the sun until the time. And in the hour there fell upon him obscurity and darkness, and he went about asking some one to hold him by the hand.
[12]τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. [12]But when the proconsul saw what had been done, he wondered, and believed in the doctrine of the Lord.
[13]᾿Αναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ περὶ τὸν Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· ᾿Ιωάννης δὲ ἀποχωρήσας ἀπ᾿ αὐτῶν ὑπέστρεψεν εἰς ῾Ιεροσόλυμα. [13]BUT Paulos and Bar Naba went on by sea from the City Paphos, and came to Perga, a city of Pamphylia; and Juhanon separated from them, and went to Urishlem.
[14]Αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς ᾿Αντιόχειαν τῆς Πισιδίας, καὶ εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. [14]But they went forth from Perga, and came to Antiokia, the city of Pisidia. And they entered the synagogue, and sat on the day of shabath.
[15]μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· ἄνδρες ἀδελφοί, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. [15]And after the law and the prophets had been read, the presbyters of the synagogue sent to them, and said, Men, brethren, have you a word of exhortation to say to the people?
[16]ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· ἄνδρες ᾿Ισραηλῖται καὶ οἱ φοβούμενοι τὸν Θεόν, ἀκούσατε. [16]And Paulos arose, and signed with his hand, and said to them: Men, sons of Israel, and those who fear Aloha, hearken!
[17]ὁ Θεὸς τοῦ λαοῦ τούτου ᾿Ισραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ Αἰγύπτῳ, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, [17]The God of this people elected our fathers, and exalted and magnified them, when they were sojourners in the land of Metsreen, and with uplifted arm brought them out therefrom.
[18]καὶ ὡς τεσσαρακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, [18]And he nourished them in the desert forty years.
[19]καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χαναὰν κατεκληρονόμησεν αὐτοῖς τὴν γῆν αὐτῶν. [19]And he destroyed seven nations in the land of Canaan, and gave them their land an inheritance.
[20]καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα ἔδωκε κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. [20]And four hundred and fifty years he gave them judges, until Shamuel the prophet;
[21]κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ Θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσαράκοντα· [21]And then prayed they for themselves a king; and Aloha gave to them Shaol-bar-Kish, a man of the tribe of Benjamin, forty years.
[22]καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν Δαυῒδ εἰς βασιλέα, ᾧ καὶ εἶπε μαρτυρήσας· εὗρον Δαυῒδ τὸν τοῦ ᾿Ιεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. [22]And he took him, and raised unto them David the king, and testified of him, and said, I have found David, the son of Jeshai, a man according to my heart; he will perform all my will.
[23]τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ᾿ ἐπαγγελίαν ἤγαγε τῷ ᾿Ισραὴλ σωτηρίαν, [23]From the seed of this [man] the God of Israel, as he had promised, raised up Jeshu the Redeemer.
[24]προκηρύξαντος ᾿Ιωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ ᾿Ισραήλ. [24]And he sent Juhanon to proclaim before his coming the baptism of repentance to the whole people of Israel.
[25]ὡς δὲ ἐπλήρου ὁ ᾿Ιωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. [25]And while Juhanon accomplished his ministry, he said, Whom think you that I am? I am not [he], but, behold, he cometh after me, he, the latchet of whose sandals I am not worthy to unloose.
[26]῎Ανδρες ἀδελφοί, υἱοὶ γένους ᾿Αβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. [26]MEN, brethren, sons of the race of Abraham, and they among you who fear Aloha, unto you is sent the word of life.
[27]οἱ γὰρ κατοικοῦντες ἐν ῾Ιερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, [27]For they, the inhabitants of Urishlem and their princes, have not consented thereto, nor also to the writings of the prophets which are read on every shabath; but condemned him, and accomplished all that was written.
[28]καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. [28]And while they found not any cause of death, they requested Pilatos that they might kill him.
[29]ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. [29]And when they had fulfilled every thing that was written concerning him, they took him from the cross, and laid him in a sepulchre.
[30]ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· [30]But Aloha raised him from among the dead.
[31]ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς ῾Ιερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. [31]And he was seen days many by those who had come up with him from Galila to Urishlem, and they are now his witnesses unto the people.
[32]καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας ᾿Ιησοῦν, [32]And we also, behold, we preach to you that that promise which was made to our fathers,
[33]ὡς καὶ ἐν τῷ ψαλμῷ τῷ δευτέρῳ γέγραπται· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. [33]Behold, Aloha hath fulfilled it to their children, [in] that he hath raised up Jeshu; as it is written in the second psalm, Thou art my Son; this day have I begotten thee.
[34]ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν, ὅτι δώσω ὑμῖν τὰ ὅσια Δαυῒδ τὰ πιστά. [34]And thus did Aloha raise him from among the dead, that again he should not return thither to see corruption;
[35]διὸ καὶ ἐν ἑτέρῳ λέγει· οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. [35]As he had said, I will give you the sure grace of David. And again he hath said in another place, Thou hast not given thy Saint to see corruption.
[36]Δαυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδε διαφθοράν· [36]For David in his generation served the will of Aloha, and slept, and was added to his fathers, and saw corruption.
[37]ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. [37]But This whom Aloha raised saw no corruption.
[38]γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, [38]Know then, brethren, that through This himself is preached to you the remission of sins;
[39]καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. [39]And from all [from] which we could not by the law of Musha be justified, through This all who believe are justified.
[40]βλέπετε οὖν μὴ ἐπέλθῃ ἐφ᾿ ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· [40]Beware, then, lest there come upon you that which is written in the prophets:
[41]ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ἔργον ᾧ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. [41]Behold, despisers, and wonder, and perish: For a work I work in your days which you will not believe if one should declare it to you.
[42]᾿Εξιόντων δὲ αὐτῶν ἐκ τῆς συναγωγῆς τῶν ᾿Ιουδαίων παρεκάλουν τὰ ἔθνη εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ταῦτα. [42]And when they had gone out from among them, they besought of them that the next shabath they would speak to them these words.
[43]λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν ᾿Ιουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ, οἵτινες προσλαλοῦντες αὐτοῖς ἔπειθον αὐτοὺς προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. [43]And when the congregation was dissolved, many Jihudoyee went after them; and also the proselytes who worshipped Aloha. And they discoursed [with] and persuaded them to cleave to the grace of Aloha.
[44]Τῷ τε ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ. [44]AND on the next shabath the whole city gathered to hear the word of Aloha.
[45]ἰδόντες δὲ οἱ ᾿Ιουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ὑπὸ τοῦ Παύλου λεγομένοις ἀντιλέγοντες καὶ βλασφημοῦντες. [45]And when the Jihudoyee saw the great assemblage, they were filled with envy, and arose against the words which Paulos spake, and blasphemed.
[46]παρρησιασάμενοι δὲ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον· ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. [46]But Paulos and Bar Naba said to them openly, To you it behoved first to speak the word of Aloha; but because you repel it from you, and determine against yourselves that you are not worthy of eternal life, behold, we turn to the Gentiles.
[47]οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. [47]For so hath our Lord commanded, as it is written, I have set thee a light to the Gentiles, to be for salvation to the ends of the earth.
[48]ἀκούοντα δὲ τὰ ἔθνη ἔχαιρον καὶ ἐδέξαντο τὸν λόγον τοῦ Κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· [48]And when the Gentiles heard, they rejoiced and glorified Aloha; and they believed who were disposed unto eternal life.
[49]διεφέρετο δὲ ὁ λόγος τοῦ Κυρίου δι᾿ ὅλης τῆς χώρας. [49]And the word of Aloha was spoken in all that region.
[50]οἱ δὲ ᾿Ιουδαῖοι παρώτρυναν τὰς σεβομένας γυναῖκας καὶ τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον καὶ τὸν Βαρνάβαν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. [50]But the Jihudoyee excited the principal men of the city and [certain] rich women, who with them feared Aloha, and raised a persecution against Paulos and against Bar Naba, and cast them out from their bounds.
[51]οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν αὐτῶν ἐπ᾿ αὐτοὺς ἦλθον εἰς ᾿Ικόνιον. [51]And as they went forth, they shook off against them the dust of their feet; and they came to Ikanon, a city.
[52]οἱ δὲ μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ Πνεύματος ῾Αγίου. [52]And the disciples were filled with joy and with the Spirit of Holiness.
Footnotes
[13:48] Or, set unto.
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Translation: J. W. Etheridge (1849)
Source: studybible.info
Top