«
Wycliffe's English Translation (1388)
Wyc
Patriarchal Greek NT (1904)
Patr
[1]Therfor whanne Festus cam in to the prouynce, aftir the thridde dai he wente vp to Jerusalem fro Cesarie. [1]Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχίᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς ῾Ιεροσόλυμα ἀπὸ Καισαρείας·
[2]And the princis of prestis, and the worthieste of the Jewis wenten to hym ayens Poul, and preieden hym, [2]ἐνεφάνισαν δὲ αὐτῷ ὁ ἀρχιερεὺς καὶ οἱ πρῶτοι τῶν ᾿Ιουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτόν,
[3]and axiden grace ayens hym, that he schulde comaunde hym to be led to Jerusalem; and thei settiden aspies to sle hym in the weie. [3]αἰτούμενοι χάριν κατ᾿ αὐτοῦ, ὅπως μεταπέμψηται αὐτὸν εἰς ῾Ιερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
[4]But Festus answerde, that Poul schulde be kept in Cesarie; sotheli that he hym silf schulde procede more auisili. Therfor he seide, Thei that in you ben myyti, [4]ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ἐν Καισαρείᾳ, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
[5]come doun togidere; and if ony crime is in the man, accuse thei hym. [5]οἱ οὖν δυνατοὶ ἐν ὑμῖν, φησί, συγκαταβάντες, εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ τούτῳ, κατηγορείτωσαν αὐτοῦ.
[6]And he dwellede among hem no more than eiyte ether ten daies, and cam doun to Cesarie; and the tother dai he sat for domesman, and comaundide Poul to be brouyt. [6]Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας πλείους ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσε τὸν Παῦλον ἀχθῆναι.
[7]And whanne he was brouyt forth, Jewis stoden aboute hym, whiche camen doun fro Jerusalem, puttynge ayens hym many and greuouse causis, whiche thei miyten not preue. [7]παραγενομένου δὲ αὐτοῦ περιέστησαν οἱ ἀπὸ ῾Ιεροσολύμων καταβεβηκότες ᾿Ιουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα φέροντες κατὰ τοῦ Παύλου, ἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
[8]For Poul yeldide resoun in alle thingis, That nether ayens the lawe of Jewis, nether ayens the temple, nether ayens the emperoure, Y synnede ony thing. [8]ἀπολογουμένου αὐτοῦ ὅτι οὔτε εἰς τὸν νόμον τῶν ᾿Ιουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
[9]But Festus wolde do grace to the Jewis, and answeride to Poul, and seide, Wolt thou gon vp to Jerusalem, and there be demyd of these thingis bifore me? [9]ὁ Φῆστος δὲ θέλων τοῖς ᾿Ιουδαίοις χάριν καταθέσθαι, ἀποκριθεὶς τῷ Παύλῳ εἶπε· θέλεις εἰς ῾Ιερουσαλὴμ ἀναβὰς ἐκεῖ περὶ τούτων κρίνεσθαι ἐπ᾿ ἐμοῦ;
[10]And Poul seide, At the domplace of the emperour Y stonde, where it bihoueth me to be demed. Y haue not noied the Jewis, as thou knowist wel. [10]εἶπε δὲ ὁ Παῦλος· ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. ᾿Ιουδαίους οὐδὲν ἠδίκησα, ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις·
[11]For if Y haue noyed, ether don ony thing worthi deth, Y forsake not to die; but if no thing of tho is, that thei accusen me, no man may yyue me to hem. Y appele to the emperour. [11]εἰ μὲν γὰρ ἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσί μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
[12]Thanne Festus spak with the counsel, and answerde, To the emperoure thou hast appelid, to the emperoure thou schalt go. [12]τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
[13]And whanne summe daies weren passid, Agrippa kyng, and Beronyce camen doun to Cesarie, to welcome Festus. [13]῾Ημερῶν δὲ διαγενομένων τινῶν ᾿Αγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον.
[14]And whanne thei dwelliden there many daies, Festus schewide to the king of Poul, and seide, A man is left boundun of Felix, [14]ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
[15]of which, whanne Y was at Jerusalem, princis of preestis and the eldre men of Jewis camen to me, and axiden dampnacioun ayens hym. [15]περὶ οὗ γενομένου μου εἰς ῾Ιεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν ᾿Ιουδαίων αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην·
[16]To whiche Y answeride, That it is not custom to Romayns, to dampne ony man, bifore that he that is accusid haue hise accuseris present, and take place of defending, to putte awei the crymes, that ben putte ayens hym. [16]πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος ῾Ρωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
[17]Therfor whanne thei camen togidere hidir, withouten ony delaye, in the dai suynge Y sat for domesman, and comaundide the man to be brouyt. [17]συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
[18]And whanne hise accuseris stoden, thei seiden no cause, of whiche thingis Y hadde suspicioun of yuel. [18]περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ,
[19]But thei hadden ayens hym summe questiouns of her veyn worschiping, and of oon Jhesu deed, whom Poul affermyde to lyue. [19]ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος ᾿Ιησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
[20]And Y doutide of siche maner questioun, and seide, Whether he wolde go to Jerusalem, and ther be demyd of these thingis? [20]ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ τούτου ζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ῾Ιεροσόλυμα κἀκεῖ κρίνεσθαι περὶ τούτων.
[21]But for Poul appelide, that he schulde be kept to the knowing of the emperoure, Y comaundide him to be kept, til Y sende hym to the emperoure. [21]τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ πέμψω αὐτὸν πρὸς Καίσαρα.
[22]And Agrippa seide to Festus, Y my silf wolde here the man. And he seide, To morew thou schalt here hym. [22]᾿Αγρίππας δὲ πρὸς τὸν Φῆστον ἔφη· ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ὁ δέ, αὔριον, φησίν, ἀκούσῃ αὐτοῦ.
[23]And on the tother day, whanne Agrippa and Beronyce camen with greet desire, and entriden in to the auditorie, with tribunes and the principal men of the citee, whanne Festus bad, Poul was brouyt. [23]Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ ᾿Αγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν τε τοῖς χιλιάρχοις καὶ ἀνδράσι τοῖς κατ᾿ ἐξοχὴν οὖσι τῆς πόλεως, καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
[24]And Festus seide, King Agrippa, and alle men that ben with vs, ye seen this man, of which al the multitude of Jewis preyede me at Jerusalem, and axide, and criede, that he schulde lyue no lenger. [24]καί φησιν ὁ Φῆστος· ᾿Αγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ πᾶν τὸ πλῆθος τῶν ᾿Ιουδαίων ἐνέτυχόν μοι ἔν τε ῾Ιεροσολύμοις καὶ ἐνθάδε, ἐπιβοῶντες μὴ δεῖν ζῆν αὐτὸν μηκέτι.
[25]But Y foond, that he hadde don no thing worthi of deth; and Y deme to sende hym to the emperoure, for he appelide this thing. [25]ἐγὼ δὲ καταλαβόμενος μηδὲν ἄξιον θανάτου αὐτὸν πεπραχέναι, καὶ αὐτοῦ δὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστόν, ἔκρινα πέμπειν αὐτόν.
[26]Of which man Y haue not certeyne, what thing Y schal write to the lord. For which thing Y brouyte hym to you, and moost to thee, thou king Agrippa, that whanne axing is maad, Y haue what Y schal write. [26]περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφ᾿ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ ᾿Αγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῷ τι γράψαι.
[27]For it is seyn to me with out resoun, to sende a boundun man, and not to signifie the cause of hym. [27]ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατ᾿ αὐτοῦ αἰτίας σημᾶναι.
Author: John Wycliffe (1328 – 1384)
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Top