«
Patriarchal Greek NT (1904)
Patr
Westcott/Hort Greek NT (1881)
W/H GNT
[1]Καὶ διασωθέντες τότε ἐπέγνωσαν ὅτι Μελίτη ἡ νῆσος καλεῖται. [1]και διασωθεντες τοτε επεγνωμεν οτι μελιτηνη μελιτη η νησος καλειται
[2]οἱ δὲ βάρβαροι παρεῖχον οὐ τὴν τυχοῦσαν φιλανθρωπίαν ἡμῖν· ἀνάψαντες γὰρ πυρὰν προσελάβοντο πάντας ἡμᾶς διὰ τὸν ὑετὸν τὸν ἐφεστῶτα καὶ διὰ τὸ ψῦχος. [2]οι τε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν αψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος
[3]συστρέψαντος δὲ τοῦ Παύλου φρυγάνων πλῆθος καὶ ἐπιθέντος ἐπὶ τὴν πυράν, ἔχιδνα ἀπὸ τῆς θέρμης διεξελθοῦσα καθῆψε τῆς χειρὸς αὐτοῦ. [3]συστρεψαντος δε του παυλου φρυγανων τι πληθος και επιθεντος επι την πυραν εχιδνα απο της θερμης εξελθουσα καθηψεν της χειρος αυτου
[4]ὡς δὲ εἶδον οἱ βάρβαροι κρεμάμενον τὸ θηρίον ἐκ τῆς χειρὸς αὐτοῦ, ἔλεγον πρὸς ἀλλήλους· πάντως φονεύς ἐστιν ὁ ἄνθρωπος οὗτος, ὃν διασωθέντα ἐκ τῆς θαλάσσης ἡ Δίκη ζῆν οὐκ εἴασεν. [4]ως δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου προς αλληλους ελεγον παντως φονευς εστιν ο ανθρωπος ουτος ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν
[5]ὁ μὲν οὖν ἀποτινάξας τὸ θηρίον εἰς τὸ πῦρ ἔπαθεν οὐδὲν κακόν· [5]ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον
[6]οἱ δὲ προσεδόκων αὐτὸν μέλλειν πίμπρασθαι ἢ καταπίπτειν ἄφνω νεκρόν. ἐπὶ πολὺ δὲ αὐτῶν προσδοκώντων καὶ θεωρούντων μηδὲν ἄτοπον εἰς αὐτὸν γινόμενον, μεταβαλλόμενοι ἔλεγον θεὸν αὐτὸν εἶναι. [6]οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον μεταβαλομενοι ελεγον αυτον ειναι θεον
[7]᾿Εν δὲ τοῖς περὶ τὸν τόπον ἐκεῖνον ὑπῆρχε χωρία τῷ πρώτῳ τῆς νήσου ὀνόματι Ποπλίῳ, ὃς ἀναδεξάμενος ἡμᾶς τρεῖς ἡμέρας φιλοφρόνως ἐξένισεν. [7]εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι ποπλιω ος αναδεξαμενος ημας ημερας τρεις τρεις ημερας φιλοφρονως εξενισεν
[8]ἐγένετο δὲ τὸν πατέρα τοῦ Ποπλίου πυρετοῖς καὶ δυσεντερίῳ συνεχόμενον κατακεῖσθαι· πρὸς ὃν ὁ Παῦλος εἰσελθὼν καὶ προσευξάμενος καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτῷ ἰάσατο αὐτόν. [8]εγενετο δε τον πατερα του ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι προς ον ο παυλος εισελθων και προσευξαμενος επιθεις τας χειρας αυτω ιασατο αυτον
[9]τούτου οὖν γενομένου καὶ οἱ λοιποὶ οἱ ἔχοντες ἀσθενείας ἐν τῇ νήσῳ προσήρχοντο καὶ ἐθεραπεύοντο· [9]τουτου δε γενομενου [και] και οι λοιποι οι εν τη νησω εχοντες ασθενειας προσηρχοντο και εθεραπευοντο
[10]οἳ καὶ πολλαῖς τιμαῖς ἐτίμησαν ἡμᾶς καὶ ἀναγομένοις ἐπέθεντο τὰ πρὸς τὴν χρείαν. [10]οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς τας χρειας
[11]Μετὰ δὲ τρεῖς μῆνας ἀνήχθημεν ἐν πλοίῳ παρακεχειμακότι ἐν τῇ νήσῳ, ᾿Αλεξανδρίνῳ, παρασήμῳ Διοσκούροις, [11]μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροις
[12]καὶ καταχθέντες εἰς Συρακούσας ἐπεμείναμεν ἡμέρας τρεῖς· [12]και καταχθεντες εις συρακουσας επεμειναμεν ημερας τρεις
[13]ὅθεν περιελθόντες κατηντήσαμεν εἰς ῾Ρήγιον, καὶ μετὰ μίαν ἡμέραν ἐπιγενομένου νότου δευτεραῖοι ἤλθομεν εἰς Ποτιόλους· [13]οθεν περιελοντες κατηντησαμεν εις ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις ποτιολους
[14]οὗ εὑρόντες ἀδελφοὺς παρεκλήθημεν ἐπ᾿ αὐτοῖς ἐπιμεῖναι ἡμέρας ἑπτά, καὶ οὕτως εἰς τὴν ῾Ρώμην ἤλθομεν. [14]ου ευροντες αδελφους παρεκληθημεν παρ αυτοις επιμειναι ημερας επτα και ουτως εις την ρωμην ηλθαμεν
[15]κἀκεῖθεν οἱ ἀδελφοὶ ἀκούσαντες τὰ περὶ ἡμῶν ἐξῆλθον εἰς ἀπάντησιν ἡμῖν ἄχρις ᾿Αππίου φόρου καὶ Τριῶν Ταβερνῶν, οὓς ἰδὼν ὁ Παῦλος εὐχαριστήσας τῷ Θεῷ ἔλαβε θάρσος. [15]κακειθεν-C οι αδελφοι ακουσαντες τα περι ημων ηλθαν εις απαντησιν ημιν αχρις αππιου φορου και τριων ταβερνων ους ιδων ο παυλος ευχαριστησας τω θεω ελαβεν θαρσος
[16]῞Οτε δὲ ἤλθομεν εἰς ῾Ρώμην, ὁ ἑκατοντάρχης παρέδωκε τοὺς δεσμίους τῷ στρατοπεδάρχῃ· τῷ δὲ Παύλῳ ἐπετράπη μένειν καθ᾿ ἑαυτὸν σὺν τῷ φυλάσσοντι αὐτὸν στρατιώτῃ. [16]οτε δε εισηλθομεν εις ρωμην επετραπη τω παυλω μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη
[17]᾿Εγένετο δὲ μετὰ ἡμέρας τρεῖς συγκαλέσασθαι τὸν Παῦλον τοὺς ὄντας τῶν ᾿Ιουδαίων πρώτους· συνελθόντων δὲ αὐτῶν ἔλεγε πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ἐγὼ οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ ἢ τοῖς ἔθεσι τοῖς πατρῴοις δέσμιος ἐξ ῾Ιεροσολύμων παρεδόθην εἰς τὰς χεῖρας τῶν ῾Ρωμαίων· [17]εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι αυτον τους οντας των ιουδαιων πρωτους συνελθοντων δε αυτων ελεγεν προς αυτους εγω ανδρες αδελφοι ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσιν τοις πατρωοις δεσμιος εξ ιεροσολυμων παρεδοθην εις τας χειρας των ρωμαιων
[18]οἵτινες ἀνακρίναντές με ἐβούλοντο ἀπολῦσαι διὰ τὸ μηδεμίαν αἰτίαν θανάτου ὑπάρχειν ἐν ἐμοί. [18]οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι
[19]ἀντιλεγόντων δὲ τῶν ᾿Ιουδαίων ἠναγκάσθην ἐπικαλέσασθαι Καίσαρα, οὐχ ὡς τοῦ ἔθνους μου ἔχων τι κατηγορῆσαι. [19]αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ως του εθνους μου εχων τι κατηγορειν
[20]διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ ᾿Ισραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι. [20]δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι ενεκεν γαρ της ελπιδος του ισραηλ την αλυσιν ταυτην περικειμαι
[21]οἱ δὲ πρὸς αὐτὸν εἶπον· ἡμεῖς οὔτε γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς ᾿Ιουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησέ τι περὶ σοῦ πονηρόν. [21]οι δε προς αυτον ειπαν ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της ιουδαιας ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον
[22]ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστόν ἐστιν ἡμῖν ὅτι πανταχοῦ ἀντιλέγεται. [22]αξιουμεν δε παρα σου ακουσαι α φρονεις περι μεν γαρ της αιρεσεως ταυτης γνωστον ημιν εστιν οτι πανταχου αντιλεγεται
[23]Ταξάμενοι δὲ αὐτῷ ἡμέραν ἧκον πρὸς αὐτὸν εἰς τὴν ξενίαν πλείονες, οἷς ἐξετίθετο διαμαρτυρόμενος τὴν βασιλείαν τοῦ Θεοῦ πείθων τε αὐτοὺς τὰ περὶ τοῦ ᾿Ιησοῦ ἀπό τε τοῦ νόμου Μωϋσέως καὶ τῶν προφητῶν ἀπὸ πρωῒ ἕως ἑσπέρας. [23]ταξαμενοι δε αυτω ημεραν ηλθον προς αυτον εις την ξενιαν πλειονες οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους περι του ιησου απο τε του νομου μωυσεως και των προφητων απο πρωι εως εσπερας
[24]καὶ οἱ μὲν ἐπείθοντο τοῖς λεγομένοις, οἱ δὲ ἠπίστουν. [24]και οι μεν επειθοντο τοις λεγομενοις οι δε ηπιστουν
[25]ἀσύμφωνοι δὲ ὄντες πρὸς ἀλλήλους ἀπελύοντο, εἰπόντος τοῦ Παύλου ῥῆμα ἕν, ὅτι καλῶς τὸ Πνεῦμα τὸ ῞Αγιον ἐλάλησε διὰ ῾Ησαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ἡμῶν [25]ασυμφωνοι δε οντες προς αλληλους απελυοντο ειποντος του παυλου ρημα εν οτι καλως το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προς τους πατερας υμων
[26]λέγον· πορεύθητι πρὸς τὸν λαὸν τοῦτον καὶ εἶπον· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε· [26]λεγων πορευθητι προς τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντες βλεψετε και ου μη ιδητε
[27]ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσι καὶ τῇ καρδίᾳ συνῶσι καὶ ἐπιστρέψωσι, καὶ ἰάσομαι αὐτούς. [27]επαχυνθη γαρ η καρδια του λαου τουτου και τοις ωσιν βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτους
[28]γνωστὸν οὖν ἔστω ὑμῖν ὅτι τοῖς ἔθνεσιν ἀπεστάλη τοῦτο τὸ σωτήριον τοῦ Θεοῦ, αὐτοὶ καὶ ἀκούσονται. [28]γνωστον ουν υμιν εστω εστω υμιν οτι τοις εθνεσιν απεσταλη τουτο το σωτηριον του θεου αυτοι και ακουσονται 28:29
[29]καὶ ταῦτα αὐτοῦ εἰπόντος ἀπῆλθον οἱ ᾿Ιουδαῖοι πολλὴν ἔχοντες ἐν ἑαυτοῖς συζήτησιν. 29[No verse]
[30]῎Εμεινε δὲ ὁ Παῦλος διετίαν ὅλην ἐν ἰδίῳ μισθώματι καὶ ἀπεδέχετο πάντας τοὺς εἰσπορευομένους πρὸς αὐτόν, [30]ενεμεινεν δε διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντας τους εισπορευομενους προς αυτον
[31]κηρύσσων τὴν βασιλείαν τοῦ Θεοῦ καὶ διδάσκων τὰ περὶ τοῦ Κυρίου ᾿Ιησοῦ Χριστοῦ μετὰ πάσης παρρησίας ἀκωλύτως. [31]κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασης παρρησιας ακωλυτως
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Top