«
Patriarchal Greek NT (1904)
Patr
Westcott/Hort Greek NT (1881)
W/H GNT
[1]Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ῾Ιεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς ᾿Ιουδαίας καὶ Σαμαρείας, πλὴν τῶν ἀποστόλων. [1]σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν ιεροσολυμοις παντες [δε] δε διεσπαρησαν κατα τας χωρας της ιουδαιας και σαμαρειας πλην των αποστολων
[2]συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ᾿ αὐτῷ. [2]συνεκομισαν δε τον στεφανον ανδρες ευλαβεις και εποιησαν κοπετον μεγαν επ αυτω
[3]Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν. [3]σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην
[4]Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. [4]οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον
[5]Φίλιππος δὲ κατελθὼν εἰς πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν Χριστόν. [5]φιλιππος δε κατελθων εις την [την] πολιν της σαμαρειας εκηρυσσεν αυτοις τον χριστον
[6]προσεῖχον δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἃ ἐποίει. [6]προσειχον δε οι οχλοι τοις λεγομενοις υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει
[7]πολλῶν γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ ἐξήρχετο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν, [7]πολλοι γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχοντο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν
[8]καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῇ πόλει ἐκείνῃ. [8]εγενετο δε πολλη χαρα εν τη πολει εκεινη
[9]᾿Ανὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν· [9]ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστανων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν
[10]ᾧ προσεῖχον πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη. [10]ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες ουτος εστιν η δυναμις του θεου η καλουμενη μεγαλη
[11]προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. [11]προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους
[12]ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος ᾿Ιησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες. [12]οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω περι της βασιλειας του θεου και του ονοματος ιησου χριστου εβαπτιζοντο ανδρες τε και γυναικες
[13]ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε δυνάμεις καὶ σημεῖα γινόμενα ἐξίστατο. [13]ο δε σιμων και αυτος επιστευσεν και βαπτισθεις ην προσκαρτερων τω φιλιππω θεωρων τε σημεια και δυναμεις μεγαλας γινομενας εξιστατο
[14]᾿Ακούσαντες δὲ οἱ ἐν ῾Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς τὸν Πέτρον καὶ ᾿Ιωάννην· [14]ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους πετρον και ιωαννην
[15]οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσι Πνεῦμα ῞Αγιον· [15]οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον
[16]οὔπω γὰρ ἦν ἐπ᾿ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ Κυρίου ᾿Ιησοῦ. [16]ουδεπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου
[17]τότε ἐπετίθουν τὰς χεῖρας ἐπ᾿ αὐτούς, καὶ ἐλάμβανον Πνεῦμα ῞Αγιον. [17]τοτε επετιθεσαν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον
[18]ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ ῞Αγιον, προσήνεγκεν αὐτοῖς χρήματα [18]ιδων δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα προσηνεγκεν αυτοις χρηματα
[19]λέγων· δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ῞Αγιον. [19]λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον
[20]Πέτρος δὲ εἶπε πρὸς αὐτόν· τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. [20]πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι
[21]οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ· ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ. [21]ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια εναντι του θεου
[22]μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· [22]μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του κυριου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου
[23]εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. [23]εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα
[24]ἀποκριθεὶς δὲ ὁ Σίμων εἶπε· δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεὸν ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾿ ἐμὲ ὧν εἰρήκατε. [24]αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε
[25]Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου ὑπέστρεψαν εἰς ῾Ιερουσαλήμ, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίσαντο. [25]οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεφον εις ιεροσολυμα πολλας τε κωμας των σαμαριτων ευηγγελιζοντο
[26]῎Αγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων· ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ ῾Ιερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. [26]αγγελος δε κυριου ελαλησεν προς φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εις γαζαν αυτη εστιν ερημος
[27]καὶ ἀναστὰς ἐπορεύθη. καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης Κανδάκης τῆς βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς ῾Ιερουσαλήμ, [27]και αναστας επορευθη και ιδου ανηρ αιθιοψ ευνουχος δυναστης κανδακης βασιλισσης αιθιοπων ος ην επι πασης της γαζης αυτης [ος] ος εληλυθει προσκυνησων εις ιερουσαλημ
[28]ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην ῾Ησαΐαν. [28]ην δε τε υποστρεφων και καθημενος επι του αρματος αυτου και ανεγινωσκεν τον προφητην ησαιαν
[29]εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ· πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. [29]ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω
[30]προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος τὸν προφήτην ῾Ησαΐαν, καὶ εἶπεν· ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; [30]προσδραμων δε ο φιλιππος ηκουσεν αυτου αναγινωσκοντος ησαιαν τον προφητην και ειπεν αρα γε γινωσκεις α αναγινωσκεις
[31]ὁ δὲ εἶπε· πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; παρεκάλεσέ τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ. [31]ο δε ειπεν πως-I γαρ αν δυναιμην εαν μη τις οδηγησει με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω
[32]ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη· καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. [32]η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειροντος κειραντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου
[33]ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. [33]εν τη ταπεινωσει [αυτου] η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου
[34]ἀποκριθεὶς δὲ ὁ εὐνοῦχος τῷ Φιλίππῳ εἶπε· δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρου τινός; [34]αποκριθεις δε ο ευνουχος τω φιλιππω ειπεν δεομαι σου περι τινος ο προφητης λεγει τουτο περι εαυτου η περι ετερου τινος
[35]ἀνοίξας δὲ ὁ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν ᾿Ιησοῦν. [35]ανοιξας δε ο φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον ιησουν
[36]ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν ὁ εὐνοῦχος· ἰδοὺ ὕδωρ· τί κωλύει με βαπτισθῆναι; [36]ως δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχος ιδου υδωρ τι κωλυει με βαπτισθηναι 8:37
[37]εἶπε δὲ ὁ Φίλιππος· εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· πιστεύω τὸν υἱὸν τοῦ Θεοῦ εἶναι τὸν ᾿Ιησοῦν Χριστόν. 37[No verse]
[38]καὶ ἐκέλευσε στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ, ὅ τε Φίλιππος καὶ ὁ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. [38]και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε φιλιππος και ο ευνουχος και εβαπτισεν αυτον
[39]ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, Πνεῦμα Κυρίου ἥρπασε τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι ὁ εὐνοῦχος· ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. [39]οτε δε ανεβησαν εκ του υδατος πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων
[40]Φίλιππος δὲ εὑρέθη εἰς ῎Αζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. [40]φιλιππος δε ευρεθη εις αζωτον και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις καισαρειαν
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Author: Brooke Foss Westcott (1825–1901), Fenton John Anthony Hort (1828–1892)
Source: www.unboundbible.org

See information...
Top