|
[1]Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς, |
[1]Paul an Apostle of Jesus Christ, by the will of God, and Timotheus our brother, |
[2]τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ Ἰησοῦ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. |
[2]To them which are at Colosse, Saints and faithful brethren in Christ: Grace be with you, and peace from God our Father, and from the Lord Jesus Christ. |
[3]Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πάντοτε περὶ ὑμῶν προσευχόμενοι, |
[3]We give thanks to God even the Father of our Lord Jesus Christ, always praying for you: |
[4]ἀκούσαντες τὴν πίστιν ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ἀγάπην τἣν εἰς πάντας τοὺς ἁγίους, |
[4]Since we heard of your faith in Christ Jesus, and of your love toward all Saints, |
[5]διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμῖν ἐν τοῖς οὐρανοῖς, ἣν προηκούσατε ἐν τῷ λόγῳ τῆς ἀληθείας τοῦ εὐαγγελίου, |
[5]For the hope's sake, which is laid up for you in heaven, whereof ye have heard before by the word of truth, which is the Gospel, |
[6]τοῦ παρόντος εἰς ὑμᾶς, καθὼς καὶ ἐν παντὶ τῷ κόσμῳ, καὶ ἐστὶ καρποφορούμενον, καθὼς καὶ ἐν ὑμῖν, ἀφ’ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ· |
[6]Which is come unto you, even as it is unto all the world, and is fruitful, as it is also among you, from the day that ye heard and truly knew the grace of God, |
[7]καθὼς καί ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, |
[7]As ye also learned of Epaphras our dear fellow servant, which is for you a faithful minister of Christ: |
[8]ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. |
[8]Who hath also declared unto us your love which ye have by the Spirit. |
[9]Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ’ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι, καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, |
[9]For this cause we also, since the day we heard of it, cease not to pray for you, and to desire that ye might be fulfilled with knowledge of his will, in all wisdom, and spiritual understanding, |
[10]περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρεσκείαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπιγνώσιν τοῦ Θεοῦ· |
[10]That ye might walk worthy of the Lord, and please him in all things, being fruitful in all good works, and increasing in the knowledge of God, |
[11]ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ, εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς· |
[11]Strengthened with all might through his glorious power, unto all patience, and long suffering with joyfulness, |
[12]εὐχαριστοῦντες τῷ πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, |
[12]Giving thanks unto the Father, which hath made us meet to be partakers of the inheritance of the Saints in light, |
[13]ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ υἱοῦ τῆς ἀγάπης αὐτοῦ, |
[13]Who hath delivered us from the power of darkness, and hath translated us into the kingdom of his dear Son, |
[14]ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· |
[14]In whom we have redemption through his blood, that is, the forgiveness of sins, |
[15]ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· |
[15]Who is the image of the invisible God, the first born of every creature. |
[16]ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· |
[16]For by him were all things created, which are in heaven, and which are in earth, things visible and invisible: whether they be Thrones or Dominions, or Principalities, or Powers, all things were created by him, and for him, |
[17]καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε. |
[17]And he is before all things, and in him all things consist. |
[18]καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος, τῆς ἐκκλησίας· ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων· |
[18]And he is the head of the body of the Church: he is the beginning, and the first-born of the dead, that in all things he might have the preeminence. |
[19]ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, |
[19]For it pleased the Father, that in him should all fullness dwell, |
[20]καὶ δι’ αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, δι’ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς. |
[20]And by him to reconcile all things unto himself, and to set at peace through the blood of his cross both the things in earth, and the things in heaven. |
[21]καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς πονηροῖς, νυνί δέ ἀποκατήλλαξεν |
[21]And you which were in times past strangers and enemies, because your minds were set in evil works, hath he now also reconciled, |
[22]ἐν τῷ σώματι τῆς σαρκὸς αὐτοῦ διὰ τοῦ θανάτου παραστῆσαι ὑμᾶς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ |
[22]In the body of his flesh through death, to make you holy, and unblameable and without fault in his sight, |
[23]εἴγε ἐπιμένετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι, καὶ μὴ μετακινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε, τοῦ κηρυχθέντος ἐν πάσῃ τῇ κτίσει τῇ ὑπὸ τὸν οὐρανόν, οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. |
[23]If you continue, grounded and stablished in the faith, and be not moved away from the hope of the Gospel, whereof ye have heard, and which hath been preached to every creature which is under heaven whereof I Paul am a minister. |
[24]Ὅς νῦν χαίρω ἐν τοῖς παθήμασι μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ ἐκκλησία· |
[24]Now rejoice I in my sufferings for you, and fulfill the rest of the afflictions of Christ in my flesh, for his body's sake, which is the Church, |
[25]ἧς ἐγενόμην ἐγὼ διάκονος, κατὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς, πληρῶσαι τὸν λόγον τοῦ Θεοῦ, |
[25]Whereof I am a minister, according to the dispensation of God, which is given me unto you-ward, to fulfill the word of God, |
[26]τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, |
[26]Which is the mystery hid since the world began, and from all ages, but now is made manifest to his Saints, |
[27]οἷς ἠθέλησεν ὁ Θεὸς γνωρίσαι τίς ὁ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστι Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης· |
[27]To whom God would make known what is the riches of this glorious mystery among the Gentiles, which riches is Christ in you, the hope of glory, |
[28]ὃν ἡμεῖς καταγγέλλομεν, νουθετοῦντες πάντα ἄνθρωπον, καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάσῃ σοφίᾳ, ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστῷ Ἰησοῦ· |
[28]Whom we preach, admonishing every man, and teaching every man in all wisdom, that we may present every man perfect in Christ Jesus, |
[29]εἰς ὃ καὶ κοπιῶ, ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτοῦ, τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει. |
[29]Whereunto I also labor and strive, according to his working which worketh in me mightily. |