|
[1]καὶ ἀρταξέρξης ὁ τῶν μήδων παρέλαβε τὴν βασιλείαν καὶ δαρεῖος πλήρης τῶν ἡμερῶν καὶ ἔνδοξος ἐν γήρει |
[No book] |
[2]καὶ κατέστησε σατράπας ἑκατὸν εἴκοσι ἑπτὰ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ |
[No book] |
[3]καὶ ἐπ αὐτῶν ἄνδρας τρεῖς ἡγουμένους αὐτῶν καὶ δανιηλ εἷς ἦν τῶν τριῶν ἀνδρῶν |
[No book] |
[4]ὑπὲρ πάντας ἔχων ἐξουσίαν ἐν τῇ βασιλείᾳ καὶ δανιηλ ἦν ἐνδεδυμένος πορφύραν καὶ μέγας καὶ ἔνδοξος ἔναντι δαρείου τοῦ βασιλέως καθότι ἦν ἔνδοξος καὶ ἐπιστήμων καὶ συνετός καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ καὶ εὐοδούμενος ἐν ταῖς πραγματείαις τοῦ βασιλέως αἷς ἔπρασσε τότε ὁ βασιλεὺς ἐβουλεύσατο καταστῆσαι τὸν δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τοὺς δύο ἄνδρας οὓς κατέστησε μετ αὐτοῦ καὶ σατράπας ἑκατὸν εἴκοσι ἑπτά |
[No book] |
[5]ὅτε δὲ ἐβουλεύσατο ὁ βασιλεὺς καταστῆσαι τὸν δανιηλ ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ τότε βουλὴν καὶ γνώμην ἐβουλεύσαντο ἐν ἑαυτοῖς οἱ δύο νεανίσκοι πρὸς ἀλλήλους λέγοντες ἐπεὶ οὐδεμίαν ἁμαρτίαν οὐδὲ ἄγνοιαν ηὕρισκον κατὰ τοῦ δανιηλ περὶ ἧς κατηγορήσουσιν αὐτοῦ πρὸς τὸν βασιλέα |
[No book] |
[6]καὶ εἶπαν δεῦτε στήσωμεν ὁρισμὸν καθ ἑαυτῶν ὅτι πᾶς ἄνθρωπος οὐκ ἀξιώσει ἀξίωμα καὶ οὐ μὴ εὔξηται εὐχὴν ἀπὸ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ ἢ παρὰ δαρείου τοῦ βασιλέως εἰ δὲ μή ἀποθανεῖται ἵνα ἡττήσωσι τὸν δανιηλ ἐναντίον τοῦ βασιλέως καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων ᾔδεισαν γὰρ ὅτι δανιηλ προσεύχεται καὶ δεῖται κυρίου τοῦ θεοῦ αὐτοῦ τρὶς τῆς ἡμέρας |
[No book] |
[7]τότε προσήλθοσαν οἱ ἄνθρωποι ἐκεῖνοι καὶ εἶπαν ἐναντίον τοῦ βασιλέως |
[No book] |
[8]ὁρισμὸν καὶ στάσιν ἐστήσαμεν ὅτι πᾶς ἄνθρωπος ὃς ἂν εὔξηται εὐχὴν ἢ ἀξιώσῃ ἀξίωμά τι παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλ ἢ παρὰ δαρείου τοῦ βασιλέως ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων |
[No book] |
[9]καὶ ἠξίωσαν τὸν βασιλέα ἵνα στήσῃ τὸν ὁρισμὸν καὶ μὴ ἀλλοιώσῃ αὐτόν διότι ᾔδεισαν ὅτι δανιηλ προσεύχεται καὶ δεῖται τρὶς τῆς ἡμέρας ἵνα ἡττηθῇ διὰ τοῦ βασιλέως καὶ ῥιφῇ εἰς τὸν λάκκον τῶν λεόντων |
[No book] |
[10]καὶ οὕτως ὁ βασιλεὺς δαρεῖος ἔστησε καὶ ἐκύρωσεν |
[No book] |
[11]ἐπιγνοὺς δὲ δανιηλ τὸν ὁρισμόν ὃν ἔστησε κατ αὐτοῦ θυρίδας ἤνοιξεν ἐν τῷ ὑπερῴῳ αὐτοῦ κατέναντι ιερουσαλημ καὶ ἔπιπτεν ἐπὶ πρόσωπον αὐτοῦ τρὶς τῆς ἡμέρας καθὼς ἐποίει ἔμπροσθεν καὶ ἐδεῖτο |
[No book] |
[12]καὶ αὐτοὶ ἐτήρησαν τὸν δανιηλ καὶ κατελάβοσαν αὐτὸν εὐχόμενον τρὶς τῆς ἡμέρας καθ ἑκάστην ἡμέραν |
[No book] |
Fatal error: Uncaught TypeError: get_verse(): Argument #5 ($T) must be of type string, array given, called in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 610 and defined in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc:120
Stack trace:
#0 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc(610): get_verse(1, 'Dan', 6, 13, Array, 0, Array)
#1 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc(431): require('/var/www/vhosts...')
#2 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php(112): require('/var/www/vhosts...')
#3 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php(20): require('/var/www/vhosts...')
#4 {main}
thrown in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 120