«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]υἱοί ἐστε κυρίου τοῦ θεοῦ ὑμῶν οὐ φοιβήσετε οὐκ ἐπιθήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ [1]Ye are the children of the Lord your God. Ye shall not cut yourselves, nor make you any baldness between your eyes for the dead.
[2]ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου καὶ σὲ ἐξελέξατο κύριος ὁ θεός σου γενέσθαι σε αὐτῷ λαὸν περιούσιον ἀπὸ πάντων τῶν ἐθνῶν τῶν ἐπὶ προσώπου τῆς γῆς [2]For thou art an holy people unto the Lord thy God, and the Lord hath chosen thee to be a precious people unto himself, above all the people that are upon the earth.
[3]οὐ φάγεσθε πᾶν βδέλυγμα [3]Thou shalt eat no manner of abomination.
[4]ταῦτα τὰ κτήνη ἃ φάγεσθε μόσχον ἐκ βοῶν καὶ ἀμνὸν ἐκ προβάτων καὶ χίμαρον ἐξ αἰγῶν [4]These are the beasts, which ye shall eat, the beef, the sheep, and the goat,
[5]ἔλαφον καὶ δορκάδα καὶ βούβαλον καὶ τραγέλαφον καὶ πύγαργον ὄρυγα καὶ καμηλοπάρδαλιν [5]The hart, and the roebuck, and the bugle, and the wild goat, and the unicorn, and the wild ox, and the chamois.
[6]πᾶν κτῆνος διχηλοῦν ὁπλὴν καὶ ὀνυχιστῆρας ὀνυχίζον δύο χηλῶν καὶ ἀνάγον μηρυκισμὸν ἐν τοῖς κτήνεσιν ταῦτα φάγεσθε [6]And every beast that parteth the hoof, and cleaveth the cleft into two claws, and is of the beasts that cheweth the cud, that shall ye eat.
[7]καὶ ταῦτα οὐ φάγεσθε ἀπὸ τῶν ἀναγόντων μηρυκισμὸν καὶ ἀπὸ τῶν διχηλούντων τὰς ὁπλὰς καὶ ὀνυχιζόντων ὀνυχιστῆρας τὸν κάμηλον καὶ δασύποδα καὶ χοιρογρύλλιον ὅτι ἀνάγουσιν μηρυκισμὸν καὶ ὁπλὴν οὐ διχηλοῦσιν ἀκάθαρτα ταῦτα ὑμῖν ἐστιν [7]But these ye shall not eat, of them that chew the cud, and of them that divide and cleave the hoof only: the camel, nor the hare, nor the coney: for they chew the cud, but divide not the hoof: therefore they shall be unclean unto you:
[8]καὶ τὸν ὗν ὅτι διχηλεῖ ὁπλὴν τοῦτο καὶ ὀνυχίζει ὄνυχας ὁπλῆς καὶ τοῦτο μηρυκισμὸν οὐ μαρυκᾶται ἀκάθαρτον τοῦτο ὑμῖν ἀπὸ τῶν κρεῶν αὐτῶν οὐ φάγεσθε καὶ τῶν θνησιμαίων αὐτῶν οὐχ ἅψεσθε [8]Also the swine, because he divideth the hoof, and cheweth not the cud, shall be unclean unto you: ye shall not eat of their flesh, nor touch their dead carcasses.
[9]καὶ ταῦτα φάγεσθε ἀπὸ πάντων τῶν ἐν τοῖς ὕδασιν πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς πτερύγια καὶ λεπίδες φάγεσθε [9]These ye shall eat, of all that are in the waters: all that have fins and scales shall ye eat.
[10]καὶ πάντα ὅσα οὐκ ἔστιν αὐτοῖς πτερύγια καὶ λεπίδες οὐ φάγεσθε ἀκάθαρτα ὑμῖν ἐστιν [10]And whatsoever hath no fins nor scales, ye shall not eat: it shall be unclean unto you.
[11]πᾶν ὄρνεον καθαρὸν φάγεσθε [11]Of all clean birds ye shall eat:
[12]καὶ ταῦτα οὐ φάγεσθε ἀπ αὐτῶν τὸν ἀετὸν καὶ τὸν γρύπα καὶ τὸν ἁλιαίετον [12]But these are they, whereof ye shall not eat: the eagle, nor the goshawk, nor the osprey,
[13]καὶ τὸν γύπα καὶ τὸν ἰκτῖνα καὶ τὰ ὅμοια αὐτῷ [13]Nor the glede nor the kite, nor the vulture, after their kind,
[14]καὶ πάντα κόρακα καὶ τὰ ὅμοια αὐτῷ [14]Nor all kind of ravens,
[15]καὶ στρουθὸν καὶ γλαῦκα καὶ λάρον [15]Nor the ostrich, nor the night crow, nor the semeaw, nor the hawk after her kind,
[16]καὶ ἐρωδιὸν καὶ κύκνον καὶ ἶβιν [16]Neither the little owl, nor the great owl, nor the redshank,
[17]καὶ καταράκτην καὶ ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ καὶ ἔποπα καὶ νυκτικόρακα [17]Nor the pelican, nor the swan, nor the cormorant:
[18]καὶ πελεκᾶνα καὶ χαραδριὸν καὶ τὰ ὅμοια αὐτῷ καὶ πορφυρίωνα καὶ νυκτερίδα [18]The stork also, and the heron in his kind, nor the lapwing, nor the back.
[19]πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ταῦτά ἐστιν ὑμῖν οὐ φάγεσθε ἀπ αὐτῶν [19]And every creeping thing that flieth, shall be unclean unto you: it shall not be eaten.
[20]πᾶν πετεινὸν καθαρὸν φάγεσθε [20]But of all clean fowls ye may eat.
[21]πᾶν θνησιμαῖον οὐ φάγεσθε τῷ παροίκῳ τῷ ἐν ταῖς πόλεσίν σου δοθήσεται καὶ φάγεται ἢ ἀποδώσῃ τῷ ἀλλοτρίῳ ὅτι λαὸς ἅγιος εἶ κυρίῳ τῷ θεῷ σου οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρὸς αὐτοῦ [21]Ye shall eat of nothing that dieth alone, but thou shalt give it unto the stranger that is within thy gates, that he may eat it: or thou mayest sell it unto a stranger: for thou art an holy people unto the Lord thy God. Thou shalt not seethe a kid in his mother's milk.
[22]δεκάτην ἀποδεκατώσεις παντὸς γενήματος τοῦ σπέρματός σου τὸ γένημα τοῦ ἀγροῦ σου ἐνιαυτὸν κατ ἐνιαυτόν [22]Thou shalt give the tithe of all the increase of thy seed, that cometh forth of the field year by year.
[23]καὶ φάγῃ αὐτὸ ἔναντι κυρίου τοῦ θεοῦ σου ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ οἴσετε τὰ ἐπιδέκατα τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου ἵνα μάθῃς φοβεῖσθαι κύριον τὸν θεόν σου πάσας τὰς ἡμέρας [23]And thou shalt eat before the Lord thy God (in the place which he shall choose to cause his name to dwell there) the tithe of thy corn, of thy wine, and of thine oil, and the firstborn of thy kine and of thy sheep, that thou mayest learn to fear the Lord thy God always.
[24]ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς καὶ μὴ δύνῃ ἀναφέρειν αὐτά ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ὅτι εὐλογήσει σε κύριος ὁ θεός σου [24]And if the way be too long for thee, so that thou art not able to carry it, because the place is far from thee, where the Lord thy God shall choose to set his name, when the Lord thy God shall bless thee,
[25]καὶ ἀποδώσῃ αὐτὰ ἀργυρίου καὶ λήμψῃ τὸ ἀργύριον ἐν ταῖς χερσίν σου καὶ πορεύσῃ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν [25]Then shalt thou make it in money, and take the money in thine hand, and go unto the place which the Lord thy God shall choose.
[26]καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου ἐπὶ βουσὶ ἢ ἐπὶ προβάτοις ἐπὶ οἴνῳ ἢ ἐπὶ σικερα ἢ ἐπὶ παντός οὗ ἐὰν ἐπιθυμῇ ἡ ψυχή σου καὶ φάγῃ ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ σου καὶ εὐφρανθήσῃ σὺ καὶ ὁ οἶκός σου [26]And thou shalt bestow the money for whatsoever thine heart desireth: whether it be ox, or sheep, or wine, or strong drink, or whatsoever thine heart desireth: and shalt eat it there before the Lord thy God, and rejoice, both thou, and thine household.
[27]καὶ ὁ λευίτης ὁ ἐν ταῖς πόλεσίν σου ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ [27]And the Levite that is within thy gates, shalt thou not forsake: for he hath neither part nor inheritance with thee.
[28]μετὰ τρία ἔτη ἐξοίσεις πᾶν τὸ ἐπιδέκατον τῶν γενημάτων σου ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ θήσεις αὐτὸ ἐν ταῖς πόλεσίν σου [28]At the end of three years thou shalt bring forth all the tithes of thine increase of the same year, and lay it up within thy gates.
[29]καὶ ἐλεύσεται ὁ λευίτης ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μετὰ σοῦ καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ταῖς πόλεσίν σου καὶ φάγονται καὶ ἐμπλησθήσονται ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν πᾶσιν τοῖς ἔργοις οἷς ἐὰν ποιῇς [29]Then the Levite shall come, because he hath no part nor inheritance with thee, and the stranger, and the fatherless, and the widow, which are within thy gates, and shall eat, and be filled, that the Lord thy God may bless thee in all the work of thine hand which thou doest.
Source: sacred-texts.org
Source: archive.org
Top