«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ ἀνέβη μωυσῆς ἀπὸ αραβωθ μωαβ ἐπὶ τὸ ὄρος ναβαυ ἐπὶ κορυφὴν φασγα ἥ ἐστιν ἐπὶ προσώπου ιεριχω καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν γαλααδ ἕως δαν [1]Then Moses went from the plain of Moab up into mount Nebo unto the top of Pisgah that is over against Jericho: and the Lord showed him all the land of Gilead, unto Dan,
[2]καὶ πᾶσαν τὴν γῆν νεφθαλι καὶ πᾶσαν τὴν γῆν εφραιμ καὶ μανασση καὶ πᾶσαν τὴν γῆν ιουδα ἕως τῆς θαλάσσης τῆς ἐσχάτης [2]And all Naphtali and the land of Ephraim and Manasseh, and all the land of Judah, unto the utmost sea:
[3]καὶ τὴν ἔρημον καὶ τὰ περίχωρα ιεριχω πόλιν φοινίκων ἕως σηγωρ [3]And the south, and the plain of the valley of Jericho, the city of palm trees, unto Zoar.
[4]καὶ εἶπεν κύριος πρὸς μωυσῆν αὕτη ἡ γῆ ἣν ὤμοσα αβρααμ καὶ ισαακ καὶ ιακωβ λέγων τῷ σπέρματι ὑμῶν δώσω αὐτήν καὶ ἔδειξα αὐτὴν τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ [4]And the Lord said unto him, This is the land which I swear unto Abraham, to Isaac and to Jacob saying, I will give it unto thy seed: I have caused thee to see it with thine eyes, but thou shalt not go over thither.
[5]καὶ ἐτελεύτησεν μωυσῆς οἰκέτης κυρίου ἐν γῇ μωαβ διὰ ῥήματος κυρίου [5]So Moses the servant of the Lord died there in the land of Moab, according to the word of the Lord.
[6]καὶ ἔθαψαν αὐτὸν ἐν γαι ἐν γῇ μωαβ ἐγγὺς οἴκου φογωρ καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης [6]And he buried him in a valley in the land of Moab over against Beth-peor, but no man knoweth of his sepulcher unto this day.
[7]μωυσῆς δὲ ἦν ἑκατὸν καὶ εἴκοσι ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν οὐκ ἠμαυρώθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ οὐδὲ ἐφθάρησαν τὰ χελύνια αὐτοῦ [7]Moses was now an hundred and twenty year old when he died, his eye was not dim, nor his natural force abated.
[8]καὶ ἔκλαυσαν οἱ υἱοὶ ισραηλ τὸν μωυσῆν ἐν αραβωθ μωαβ ἐπὶ τοῦ ιορδάνου κατὰ ιεριχω τριάκοντα ἡμέρας καὶ συνετελέσθησαν αἱ ἡμέραι πένθους κλαυθμοῦ μωυσῆ [8]And the children of Israel wept for Moses in the plain of Moab thirty days: so the days of weeping and mourning for Moses were ended.
[9]καὶ ἰησοῦς υἱὸς ναυη ἐνεπλήσθη πνεύματος συνέσεως ἐπέθηκεν γὰρ μωυσῆς τὰς χεῖρας αὐτοῦ ἐπ αὐτόν καὶ εἰσήκουσαν αὐτοῦ οἱ υἱοὶ ισραηλ καὶ ἐποίησαν καθότι ἐνετείλατο κύριος τῷ μωυσῇ [9]And Joshua the son of Nun was full of the spirit of wisdom: for Moses had put his hands upon him. And the children of Israel were obedient unto him, and did as the Lord had commanded Moses.
[10]καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν ισραηλ ὡς μωυσῆς ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον [10]But there arose not a prophet since in Israel like unto Moses (whom the Lord knew face to face)
[11]ἐν πᾶσι τοῖς σημείοις καὶ τέρασιν ὃν ἀπέστειλεν αὐτὸν κύριος ποιῆσαι αὐτὰ ἐν γῇ αἰγύπτῳ φαραω καὶ τοῖς θεράπουσιν αὐτοῦ καὶ πάσῃ τῇ γῇ αὐτοῦ [11]In all the miracles and wonders which the Lord sent him to do in the land of Egypt before Pharaoh and before all his servants, and before all his land,
[12]τὰ θαυμάσια τὰ μεγάλα καὶ τὴν χεῖρα τὴν κραταιάν ἃ ἐποίησεν μωυσῆς ἔναντι παντὸς ισραηλ [12]And in all that mighty hand and all that great fear, which Moses wrought in the sight of all Israel.
Source: sacred-texts.org
Source: archive.org
Top