«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]τότε ᾖσεν μωυσῆς καὶ οἱ υἱοὶ ισραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν [1]Then sang Moses and the children of Israel this song unto the Lord, and said in this manner, I will sing unto the Lord: for he hath triumphed gloriously: the horse and him that rode upon him hath he overthrown in the sea.
[2]βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὗτός μου θεός καὶ δοξάσω αὐτόν θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν [2]The Lord is my strength and praise, and he is become my salvation. He is my God, and I will prepare him a tabernacle. He is my father's God, and I will exalt him.
[3]κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτῷ [3]The Lord is a man of war, his name is Jehovah.
[4]ἅρματα φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ [4]Pharaoh's chariots and his host hath he cast into the sea: his chosen captains also were drowned in the Red Sea.
[5]πόντῳ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος [5]The depths have covered them, they sank to the bottom as a stone.
[6]ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς [6]Thy right hand, Lord, is glorious in power: thy right hand, Lord, hath bruised the enemy.
[7]καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην [7]And in thy great glory thou hast overthrown them that rose against thee: thou sentest forth thy wrath, which consumed them as the stubble.
[8]καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης [8]And by the blast of thy nostrils the waters were gathered, the floods stood still as an heap, the depths congealed together in the heart of the sea.
[9]εἶπεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει ἡ χείρ μου [9]The enemy said, I will pursue, I will overtake them, I will divide the spoil, my lust shall be satisfied upon them, I will draw my sword, mine hand shall destroy them.
[10]ἀπέστειλας τὸ πνεῦμά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ [10]blewest with thy wind, the sea covered them, they sank as lead in the mighty waters.
[11]τίς ὅμοιός σοι ἐν θεοῖς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιῶν τέρατα [11]Who is like unto thee, O Lord, among the Gods! Who is like thee so glorious in holiness, fearful in praises, showing wonders!
[12]ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γῆ [12]stretchedst out thy right hand, the earth swallowed them.
[13]ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου [13]Thou wilt by thy mercy carry this people, which thou deliverest: thou wilt bring them in thy strength unto thine holy habitation.
[14]ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδῖνες ἔλαβον κατοικοῦντας φυλιστιιμ [14]The people shall hear and be afraid: sorrow shall come upon the inhabitants of Palestina.
[15]τότε ἔσπευσαν ἡγεμόνες εδωμ καὶ ἄρχοντες μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικοῦντες χανααν [15]Then the dukes of Edom shall be amazed, and trembling shall come upon the great men of Moab: all the inhabitants of Canaan shall wax faint hearted.
[16]ἐπιπέσοι ἐπ αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθῃ ὁ λαός σου κύριε ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω [16]Fear and dread shall fall upon them: because of the greatness of thine arm, they shall be still as a stone, till thy people pass, O Lord: till this people pass, which thou hast purchased.
[17]εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χεῖρές σου [17]Thou shalt bring them in, and plant them in the mountain of thine inheritance , which is the place that thou hast prepared, O Lord, for to dwell in, even the sanctuary, O Lord, which thine hands shall establish.
[18]κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ αἰῶνα καὶ ἔτι [18]The Lord shall reign forever and ever.
[19]ὅτι εἰσῆλθεν ἵππος φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης οἱ δὲ υἱοὶ ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης [19]For Pharaoh's horses went with his chariots and horsemen into the sea, and the Lord brought the waters of the sea upon them: but the children of Israel went on dry land in the midst of the sea.
[20]λαβοῦσα δὲ μαριαμ ἡ προφῆτις ἡ ἀδελφὴ ααρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν [20]And Miriam the prophetess, sister of Aaron took a timbrel in her hand, and all the women came out after her with timbrels and dances.
[21]ἐξῆρχεν δὲ αὐτῶν μαριαμ λέγουσα ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν [21]And Miriam answered the men, Sing ye unto the Lord: for he hath triumphed gloriously: the horse and his rider hath he overthrown in the sea.
[22]ἐξῆρεν δὲ μωυσῆς τοὺς υἱοὺς ισραηλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον σουρ καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν [22]Then Moses brought Israel from the Red Sea, and they went out into the wilderness of Shur: and they went three days in the wilderness, and found no waters.
[23]ἦλθον δὲ εἰς μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ μερρας πικρὸν γὰρ ἦν διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία [23]And when they came to Marah, they could not drink of the waters of Marah, for they were bitter: therefore the name of the place was called Marah.
[24]καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ μωυσῆν λέγοντες τί πιόμεθα [24]Then the people murmured against Moses, saying, What shall we drink?
[25]ἐβόησεν δὲ μωυσῆς πρὸς κύριον καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν [25]And he cried unto the Lord, and the Lord showed him a tree, which when he had cast into the waters, the waters were sweet: there he made them an ordinance and a law, and there he proved them,
[26]καὶ εἶπεν ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε [26]And said, if thou wilt diligently hearken, O Israel, unto the voice of the Lord thy God, and wilt do that, which is right in his sight, and wilt give ear unto his commandments, and keep all his ordinances, then will I put none of these diseases upon thee, which I brought upon the Egyptians: for I am the Lord that healeth thee.
[27]καὶ ἤλθοσαν εἰς αιλιμ καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα [27]And they came to Elim, where were twelve fountains of water, and seventy palm trees, and they camped there by the waters.
Source: sacred-texts.org
Source: archive.org
Top