«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου κατάφαγε τὴν κεφαλίδα ταύτην καὶ πορεύθητι καὶ λάλησον τοῖς υἱοῖς ισραηλ [1]Moreover he said unto me, Son of man, eat that thou findest: eat this roll, and go, and speak unto the house of Israel.
[2]καὶ διήνοιξα τὸ στόμα μου καὶ ἐψώμισέν με τὴν κεφαλίδα [2]So I opened my mouth, and he gave me this roll to eat.
[3]καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου τὸ στόμα σου φάγεται καὶ ἡ κοιλία σου πλησθήσεται τῆς κεφαλίδος ταύτης τῆς δεδομένης εἰς σέ καὶ ἔφαγον αὐτήν καὶ ἐγένετο ἐν τῷ στόματί μου ὡς μέλι γλυκάζον [3]And he said unto me, Son of man, cause thy belly to eat, and fill thy bowels with this roll that I give thee. Then did I eat it, and it was in my mouth as sweet as honey.
[4]καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου βάδιζε εἴσελθε πρὸς τὸν οἶκον τοῦ ισραηλ καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς [4]And he said unto me, Son of man, go, and enter into the house of Israel, and declare them my words.
[5]διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ ισραηλ [5]For thou art not sent to a people of an unknown tongue, or of an hard language, but to the house of Israel,
[6]οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας ὧν οὐκ ἀκούσῃ τοὺς λόγους αὐτῶν καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε οὗτοι ἂν εἰσήκουσάν σου [6]Not to many people of an unknown tongue, or of an hard language, whose words thou canst not understand: yet if I should send thee to them, they would obey thee.
[7]ὁ δὲ οἶκος τοῦ ισραηλ οὐ μὴ θελήσωσιν εἰσακοῦσαί σου διότι οὐ βούλονται εἰσακούειν μου ὅτι πᾶς ὁ οἶκος ισραηλ φιλόνεικοί εἰσιν καὶ σκληροκάρδιοι [7]But the house of Israel will not obey thee: for they will not obey me: yea, all the house of Israel are impudent and stiff hearted.
[8]καὶ ἰδοὺ δέδωκα τὸ πρόσωπόν σου δυνατὸν κατέναντι τῶν προσώπων αὐτῶν καὶ τὸ νεῖκός σου κατισχύσω κατέναντι τοῦ νείκους αὐτῶν [8]Behold, I have made thy face strong against their faces, and thy forehead hard against their foreheads.
[9]καὶ ἔσται διὰ παντὸς κραταιότερον πέτρας μὴ φοβηθῇς ἀπ αὐτῶν μηδὲ πτοηθῇς ἀπὸ προσώπου αὐτῶν διότι οἶκος παραπικραίνων ἐστίν [9]I have made thy forehead as the adamant, and harder than the flint: fear them not therefore, neither be afraid at their looks: for they are a rebellious house.
[10]καὶ εἶπεν πρός με υἱὲ ἀνθρώπου πάντας τοὺς λόγους οὓς λελάληκα μετὰ σοῦ λαβὲ εἰς τὴν καρδίαν σου καὶ τοῖς ὠσίν σου ἄκουε [10]He said moreover unto me, Son of man, receive in thine heart all my words that I speak unto thee, and hear them with thine ears,
[11]καὶ βάδιζε εἴσελθε εἰς τὴν αἰχμαλωσίαν πρὸς τοὺς υἱοὺς τοῦ λαοῦ σου καὶ λαλήσεις πρὸς αὐτοὺς καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ἐὰν ἄρα ἀκούσωσιν ἐὰν ἄρα ἐνδῶσιν [11]And go and enter to them that are led away captives unto the children of thy people, and speak unto them, and tell them, Thus saith the Lord God: but surely they will not hear, neither will they indeed cease.
[12]καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤκουσα κατόπισθέν μου φωνὴν σεισμοῦ μεγάλου εὐλογημένη ἡ δόξα κυρίου ἐκ τοῦ τόπου αὐτοῦ [12]Then the spirit took me up, and I heard behind me a noise of a great rushing, saying, Blessed be the glory of the Lord out of his place.
[13]καὶ εἶδον φωνὴν πτερύγων τῶν ζῴων πτερυσσομένων ἑτέρα πρὸς τὴν ἑτέραν καὶ φωνὴ τῶν τροχῶν ἐχομένη αὐτῶν καὶ φωνὴ τοῦ σεισμοῦ [13]I heard also the noise of the wings of the beasts, that touched one another, and the rattling of the wheels that were by them, even a noise of a great rushing.
[14]καὶ τὸ πνεῦμα ἐξῆρέν με καὶ ἀνέλαβέν με καὶ ἐπορεύθην ἐν ὁρμῇ τοῦ πνεύματός μου καὶ χεὶρ κυρίου ἐγένετο ἐπ ἐμὲ κραταιά [14]So the spirit lift me up, and took me away and I went in bitterness, and indignation of my spirit, but the hand of the Lord was strong upon me.
[15]καὶ εἰσῆλθον εἰς τὴν αἰχμαλωσίαν μετέωρος καὶ περιῆλθον τοὺς κατοικοῦντας ἐπὶ τοῦ ποταμοῦ τοῦ χοβαρ τοὺς ὄντας ἐκεῖ καὶ ἐκάθισα ἐκεῖ ἑπτὰ ἡμέρας ἀναστρεφόμενος ἐν μέσῳ αὐτῶν [15]Then I came to them that were led away captives to Tel-Abib, that dwelt by the river Chebar, and I sat where they sat, and remained there astonished among them seven days.
[16]καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας λόγος κυρίου πρός με λέγων [16]And at the end of seven days, the word of the Lord came again unto me, saying,
[17]υἱὲ ἀνθρώπου σκοπὸν δέδωκά σε τῷ οἴκῳ ισραηλ καὶ ἀκούσῃ ἐκ στόματός μου λόγον καὶ διαπειλήσῃ αὐτοῖς παρ ἐμοῦ [17]Son of man, I have made thee a watchman unto the house of Israel: therefore hear the word at my mouth, and give them warning from me.
[18]ἐν τῷ λέγειν με τῷ ἀνόμῳ θανάτῳ θανατωθήσῃ καὶ οὐ διεστείλω αὐτῷ οὐδὲ ἐλάλησας τοῦ διαστείλασθαι τῷ ἀνόμῳ ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῆσαι αὐτόν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ τὸ αἷμα αὐτοῦ ἐκ χειρός σου ἐκζητήσω [18]When I shall say unto the wicked, Thou shalt surely die, and thou givest not him warning, nor speakest to admonish the wicked of his wicked way, that he may live, the same wicked man shall die in his iniquity: but his blood will I require at thine hand.
[19]καὶ σὺ ἐὰν διαστείλῃ τῷ ἀνόμῳ καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ καὶ τῆς ὁδοῦ αὐτοῦ ὁ ἄνομος ἐκεῖνος ἐν τῇ ἀδικίᾳ αὐτοῦ ἀποθανεῖται καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ [19]Yet if thou warn the wicked, and he turn not from his wickedness, nor from his wicked way, he shall die in his iniquity, but thou hast delivered thy soul.
[20]καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα καὶ δώσω τὴν βάσανον εἰς πρόσωπον αὐτοῦ αὐτὸς ἀποθανεῖται ὅτι οὐ διεστείλω αὐτῷ καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται διότι οὐ μὴ μνησθῶσιν αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν καὶ τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω [20]Likewise if a righteous man turn from his righteousness, and commit iniquity, I will lay a stumbling block before him, and he shall die, because thou hast not given him warning: he shall die in his sin, and his righteous deeds, which he hath done, shall not be remembered: but his blood will I require at thine hand.
[21]σὺ δὲ ἐὰν διαστείλῃ τῷ δικαίῳ τοῦ μὴ ἁμαρτεῖν καὶ αὐτὸς μὴ ἁμάρτῃ ὁ δίκαιος ζωῇ ζήσεται ὅτι διεστείλω αὐτῷ καὶ σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ [21]Nevertheless, if thou admonish that righteous man, that the righteous sin not, and that he doth not sin, he shall live because he is admonished: also thou hast delivered thy soul.
[22]καὶ ἐγένετο ἐπ ἐμὲ χεὶρ κυρίου καὶ εἶπεν πρός με ἀνάστηθι καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ ἐκεῖ λαληθήσεται πρὸς σέ [22]And the hand of the Lord was there upon me, and he said unto me, Arise, and go into the field, and I will there talk with thee.
[23]καὶ ἀνέστην καὶ ἐξῆλθον εἰς τὸ πεδίον καὶ ἰδοὺ ἐκεῖ δόξα κυρίου εἱστήκει καθὼς ἡ ὅρασις καὶ καθὼς ἡ δόξα ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ χοβαρ καὶ πίπτω ἐπὶ πρόσωπόν μου [23]So when I had risen up, and gone forth into the field, behold, the glory of the Lord stood there, as the glory which I saw by the river Chebar, and I fell down upon my face.
[24]καὶ ἦλθεν ἐπ ἐμὲ πνεῦμα καὶ ἔστησέν με ἐπὶ πόδας μου καὶ ἐλάλησεν πρός με καὶ εἶπέν μοι εἴσελθε καὶ ἐγκλείσθητι ἐν μέσῳ τοῦ οἴκου σου [24]Then the spirit entered into me, which set me up upon my feet, and spake unto me, and said to me, Come, and shut thyself within thine house.
[25]καὶ σύ υἱὲ ἀνθρώπου ἰδοὺ δέδονται ἐπὶ σὲ δεσμοί καὶ δήσουσίν σε ἐν αὐτοῖς καὶ οὐ μὴ ἐξέλθῃς ἐκ μέσου αὐτῶν [25]But thou, O son of man, behold, they shall put bands upon thee, and shall bind thee with them, and thou shalt not go out among them.
[26]καὶ τὴν γλῶσσάν σου συνδήσω καὶ ἀποκωφωθήσῃ καὶ οὐκ ἔσῃ αὐτοῖς εἰς ἄνδρα ἐλέγχοντα διότι οἶκος παραπικραίνων ἐστίν [26]And I will make thy tongue cleave to the roof of thy mouth, that thou shalt be dumb, and shalt not be to them as a man that rebuketh: for they are a rebellious house.
[27]καὶ ἐν τῷ λαλεῖν με πρὸς σὲ ἀνοίξω τὸ στόμα σου καὶ ἐρεῖς πρὸς αὐτούς τάδε λέγει κύριος ὁ ἀκούων ἀκουέτω καὶ ὁ ἀπειθῶν ἀπειθείτω διότι οἶκος παραπικραίνων ἐστίν [27]But when I shall have spoken unto thee, I will open thy mouth, and thou shalt say unto them, Thus saith the Lord God, He that heareth, let him hear, and he that leaveth off, let him leave: for they are a rebellious house.
Source: sacred-texts.org
Source: archive.org
Top