«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
[1]ויקרא יצחק אל יעקב ויברך אתו ויצוהו ויאמר לו לא תקח אשה מבנות כנען [1]προσκαλεσάμενος δὲ ισαακ τὸν ιακωβ εὐλόγησεν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἐκ τῶν θυγατέρων χανααν
[2]קום לך פדנה ארם ביתה בתואל אבי אמך וקח לך משם אשה מבנות לבן אחי אמך [2]ἀναστὰς ἀπόδραθι εἰς τὴν μεσοποταμίαν εἰς τὸν οἶκον βαθουηλ τοῦ πατρὸς τῆς μητρός σου καὶ λαβὲ σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων λαβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου
[3]ואל שדי יברך אתך ויפרך וירבך והיית לקהל עמים [3]ὁ δὲ θεός μου εὐλογήσαι σε καὶ αὐξήσαι σε καὶ πληθύναι σε καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν
[4]ויתן לך את ברכת אברהם לך ולזרעך אתך־לרשתך את ארץ מגריך אשר נתן אלהים לאברהם [4]καὶ δῴη σοι τὴν εὐλογίαν αβρααμ τοῦ πατρός μου σοὶ καὶ τῷ σπέρματί σου μετὰ σέ κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου ἣν ἔδωκεν ὁ θεὸς τῷ αβρααμ
[5]וישלח יצחק את יעקב וילך פדנה ארם־אל לבן בן בתואל הארמי אחי רבקה אם יעקב ועשו [5]καὶ ἀπέστειλεν ισαακ τὸν ιακωβ καὶ ἐπορεύθη εἰς τὴν μεσοποταμίαν πρὸς λαβαν τὸν υἱὸν βαθουηλ τοῦ σύρου ἀδελφὸν δὲ ρεβεκκας τῆς μητρὸς ιακωβ καὶ ησαυ
[6]וירא עשו כי ברך יצחק את יעקב ושלח אתו פדנה ארם לקחת לו משם אשה בברכו אתו־ויצו עליו לאמר לא תקח אשה מבנות כנען [6]εἶδεν δὲ ησαυ ὅτι εὐλόγησεν ισαακ τὸν ιακωβ καὶ ἀπῴχετο εἰς τὴν μεσοποταμίαν συρίας λαβεῖν ἑαυτῷ ἐκεῖθεν γυναῖκα ἐν τῷ εὐλογεῖν αὐτὸν καὶ ἐνετείλατο αὐτῷ λέγων οὐ λήμψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων χανααν
[7]וישמע יעקב אל אביו ואל אמו וילך פדנה ארם [7]καὶ ἤκουσεν ιακωβ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν μεσοποταμίαν συρίας
[8]וירא עשו כי רעות בנות כנען בעיני יצחק אביו [8]καὶ εἶδεν ησαυ ὅτι πονηραί εἰσιν αἱ θυγατέρες χανααν ἐναντίον ισαακ τοῦ πατρὸς αὐτοῦ
[9]וילך עשו אל ישמעאל ויקח את מחלת בת ישמעאל בן אברהם אחות נביות על נשיו־לו לאשה [9]καὶ ἐπορεύθη ησαυ πρὸς ισμαηλ καὶ ἔλαβεν τὴν μαελεθ θυγατέρα ισμαηλ τοῦ υἱοῦ αβρααμ ἀδελφὴν ναβαιωθ πρὸς ταῖς γυναιξὶν αὐτοῦ γυναῖκα
[10]ויצא יעקב מבאר שבע וילך חרנה [10]καὶ ἐξῆλθεν ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς χαρραν
[11]ויפגע במקום וילן שם כי בא השמש ויקח מאבני המקום וישם מראשתיו וישכב במקום ההוא [11]καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ ἔδυ γὰρ ὁ ἥλιος καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ
[12]ויחלם והנה סלם מצב ארצה וראשו מגיע השמימה והנה מלאכי אלהים עלים וירדים בו [12]καὶ ἐνυπνιάσθη καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ αὐτῆς
[13]והנה יהוה נצב עליו ויאמר אני יהוה אלהי אברהם אביך ואלהי יצחק הארץ אשר אתה שכב עליה־לך אתננה ולזרעך [13]ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ αὐτῆς καὶ εἶπεν ἐγὼ κύριος ὁ θεὸς αβρααμ τοῦ πατρός σου καὶ ὁ θεὸς ισαακ μὴ φοβοῦ ἡ γῆ ἐφ ἧς σὺ καθεύδεις ἐπ αὐτῆς σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου
[14]והיה זרעך כעפר הארץ ופרצת ימה וקדמה וצפנה ונגבה ונברכו בך כל משפחת האדמה ובזרעך [14]καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ ἀνατολάς καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου
[15]והנה אנכי עמך ושמרתיך בכל אשר תלך והשבתיך אל האדמה הזאת כי לא אעזבך עד אשר אם עשיתי את אשר דברתי לך [15]καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι
[16]וייקץ יעקב משנתו ויאמר אכן יש יהוה במקום הזה ואנכי לא ידעתי [16]καὶ ἐξηγέρθη ιακωβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ ἐγὼ δὲ οὐκ ᾔδειν
[17]ויירא ויאמר מה נורא המקום הזה אין זה כי אם בית אלהים וזה שער השמים [17]καὶ ἐφοβήθη καὶ εἶπεν ὡς φοβερὸς ὁ τόπος οὗτος οὐκ ἔστιν τοῦτο ἀλλ ἢ οἶκος θεοῦ καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ
[18]וישכם יעקב בבקר ויקח את האבן אשר שם מראשתיו וישם אתה מצבה ויצק שמן על ראשה [18]καὶ ἀνέστη ιακωβ τὸ πρωὶ καὶ ἔλαβεν τὸν λίθον ὃν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς
[19]ויקרא את שם המקום ההוא בית אל ואולם לוז שם העיר לראשנה [19]καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ καὶ ουλαμλους ἦν ὄνομα τῇ πόλει τὸ πρότερον
[20]וידר יעקב נדר לאמר אם יהיה אלהים עמדי ושמרני בדרך הזה אשר אנכי הולך ונתן לי לחם לאכל ובגד ללבש [20]καὶ ηὔξατο ιακωβ εὐχὴν λέγων ἐὰν ᾖ κύριος ὁ θεὸς μετ ἐμοῦ καὶ διαφυλάξῃ με ἐν τῇ ὁδῷ ταύτῃ ᾗ ἐγὼ πορεύομαι καὶ δῷ μοι ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι
[21]ושבתי בשלום אל בית אבי והיה יהוה לי לאלהים [21]καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου καὶ ἔσται μοι κύριος εἰς θεόν
[22]והאבן הזאת אשר שמתי מצבה־יהיה בית אלהים וכל אשר תתן לי עשר אעשרנו לך [22]καὶ ὁ λίθος οὗτος ὃν ἔστησα στήλην ἔσται μοι οἶκος θεοῦ καὶ πάντων ὧν ἐάν μοι δῷς δεκάτην ἀποδεκατώσω αὐτά σοι
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top