«
The Septuagint
LXX
Wycliffe's English Translation (1388)
Wyc
[1]ἀναστὰς δὲ λαβαν τὸ πρωὶ κατεφίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς καὶ ἀποστραφεὶς λαβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ [1]Forsothe Jacob wente forth in the weie in which he began, and the aungels of the Lord metten him.
[2]καὶ ιακωβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ [2]And whanne he hadde seyn hem, he seide, These ben the castels of God; and he clepide the name of that place Manaym, that is, castels.
[3]εἶπεν δὲ ιακωβ ἡνίκα εἶδεν αὐτούς παρεμβολὴ θεοῦ αὕτη καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί [3]Sotheli Jacob sente bifore him also messangeris to Esau, his brother, in to the lond of Seir, in the cuntrey of Edom;
[4]ἀπέστειλεν δὲ ιακωβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς ησαυ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν σηιρ εἰς χώραν εδωμ [4]and comaundide to hem, and seide, Thus speke ye to my lord Esau, Thi brothir Jacob seith these thingis, Y was a pilgrym at Laban, `and Y was `til in to present dai;
[5]καὶ ἐνετείλατο αὐτοῖς λέγων οὕτως ἐρεῖτε τῷ κυρίῳ μου ησαυ οὕτως λέγει ὁ παῖς σου ιακωβ μετὰ λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν [5]Y haue oxun, and assis, and scheep, and seruauntis, and hand maydis, and Y sende now a message to my lord, that Y fynde grace in thi siyt.
[6]καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου ησαυ ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου [6]And the messageris turneden ayen to Jacob, and seiden, We camen to Esau, thi brother, and lo! he hastith in to thi comyng, with foure hundrid men.
[7]καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς ιακωβ λέγοντες ἤλθομεν πρὸς τὸν ἀδελφόν σου ησαυ καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ αὐτοῦ [7]Jacob dredde greetli, and he was aferd, and departide the puple that was with hym, and he departide the flockis, and scheep, and oxun, and camels, in to twei cumpenyes;
[8]ἐφοβήθη δὲ ιακωβ σφόδρα καὶ ἠπορεῖτο καὶ διεῖλεν τὸν λαὸν τὸν μετ αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς [8]and seide, If Esau schal come to o cumpeny, and schal smyte it, the tothir cumpeny which is residue schal be saued.
[9]καὶ εἶπεν ιακωβ ἐὰν ἔλθῃ ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σῴζεσθαι [9]And Jacob seide, A! God of my fadir Abraham, and God of my fadir Isaac, A! Lord, that seidist to me, Turne thou ayen in to thi lond, and in to the place of thi birthe, and Y schal do wel to thee,
[10]εἶπεν δὲ ιακωβ ὁ θεὸς τοῦ πατρός μου αβρααμ καὶ ὁ θεὸς τοῦ πατρός μου ισαακ κύριε ὁ εἴπας μοι ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω [10]Y am lesse than alle thi merciful doyngis, and than thi treuthe which thou hast fillid to thi seruaunt; with my staf Y passide this Jordan, and now Y go ayen with twei cumpanyes;
[11]ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας ἧς ἐποίησας τῷ παιδί σου ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν ιορδάνην τοῦτον νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς [11]delyuere thou me fro the hond of my brothir Esau, for Y drede him greetli, lest he come and sle the modris with the sones.
[12]ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου ησαυ ὅτι φοβοῦμαι ἐγὼ αὐτόν μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις [12]Thou spakist that thou schuldist do wel to me, and shuldist alarge my seed as the grauel of the see, that mai not be noumbrid for mychilnesse.
[13]σὺ δὲ εἶπας καλῶς εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης ἣ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους [13]And whanne Jacob hadde slept there in that nyyt, he departide of tho thingis whiche he hadde yiftis to Esau, his brothir,
[14]καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα καὶ ἐξαπέστειλεν ησαυ τῷ ἀδελφῷ αὐτοῦ [14]two hundrid geet, and twenti buckis of geet, two hundrid scheep, and twenti rammys,
[15]αἶγας διακοσίας τράγους εἴκοσι πρόβατα διακόσια κριοὺς εἴκοσι [15]camels fulle with her foolis thretti, fourti kyen, and twenti boolis, twenti sche assis, and ten foolis of hem.
[16]καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα βόας τεσσαράκοντα ταύρους δέκα ὄνους εἴκοσι καὶ πώλους δέκα [16]And he sente bi the hondis of his seruauntis alle flockis bi hem silf; and he seide to hise children, Go ye bifore me, and a space be betwixe flok and flok.
[17]καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης [17]And he comaundide to the formere, and seide, If thou schalt mete my brothir Esau, and he schal axe thee, whos man thou art, ether whidir thou goist, ether whos ben these thingis whiche thou suest,
[18]καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων ἐάν σοι συναντήσῃ ησαυ ὁ ἀδελφός μου καὶ ἐρωτᾷ σε λέγων τίνος εἶ καὶ ποῦ πορεύῃ καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου [18]thou schalt answere, Of thi seruaunt Jacob, he hath sent yiftis to his lord Esau, and he cometh aftir vs.
[19]ἐρεῖς τοῦ παιδός σου ιακωβ δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου ησαυ καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν [19]In lijk maner, he yaf comaundementis to the secounde, and to the thridde, and to alle that sueden flockis; and seide, Speke ye bi the same wordis to Esau,
[20]καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε ησαυ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν [20]whanne ye fynden hym, and ye schulen adde, Also Jacob hym silf thi seruaunt sueth oure weie. For Jacob seide, Y schal plese Esau with yiftis that goon bifore, and aftirward Y schal se hym; in hap he schal be mercyful to me.
[21]καὶ ἐρεῖτε ἰδοὺ ὁ παῖς σου ιακωβ παραγίνεται ὀπίσω ἡμῶν εἶπεν γάρ ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου [21]And so the yiftis yeden bifore hym; sotheli he dwellide in that nyyt in the tentis.
[22]καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ [22]And whanne Jacob hadde arise auysseli, he took hise twei wyues, and so many seruauntessis with enleuen sones, and passide the forthe of Jaboth.
[23]ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ ιαβοκ [23]And whanne alle thingis that perteyneden to hym weren led ouer, he dwellide aloone, and, lo!
[24]καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ [24]a man wrastlide with him til to the morwetid.
[25]ὑπελείφθη δὲ ιακωβ μόνος καὶ ἐπάλαιεν ἄνθρωπος μετ αὐτοῦ ἕως πρωί [25]And whanne the man seiy that he miyte not ouercome Jacob, he touchide the senewe of Jacobis hipe, and it driede anoon.
[26]εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ ιακωβ ἐν τῷ παλαίειν αὐτὸν μετ αὐτοῦ [26]And he seide to Jacob, Leeue thou me, for the morewtid stieth now. Jacob answeride, Y schal not leeue thee, no but thou blesse me.
[27]καὶ εἶπεν αὐτῷ ἀπόστειλόν με ἀνέβη γὰρ ὁ ὄρθρος ὁ δὲ εἶπεν οὐ μή σε ἀποστείλω ἐὰν μή με εὐλογήσῃς [27]Therfore he seide, What name is to thee? He answeride, Jacob.
[28]εἶπεν δὲ αὐτῷ τί τὸ ὄνομά σού ἐστιν ὁ δὲ εἶπεν ιακωβ [28]And the man seide, Thi name schal no more be clepid Jacob, but Israel; for if thou were strong ayens God, hou miche more schalt thou haue power ayens men.
[29]εἶπεν δὲ αὐτῷ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ιακωβ ἀλλὰ ισραηλ ἔσται τὸ ὄνομά σου ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός [29]Jacob axide him, Seie thou to me bi what name thou art clepid? He answerde, Whi axist thou my name, whiche is wondirful? And he blesside Jacob in the same place.
[30]ἠρώτησεν δὲ ιακωβ καὶ εἶπεν ἀνάγγειλόν μοι τὸ ὄνομά σου καὶ εἶπεν ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ [30]And Jacob clepide the name of that place Fanuel, and seide, Y siy the Lord face to face, and my lijf is maad saaf.
[31]καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου εἶδος θεοῦ εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον καὶ ἐσώθη μου ἡ ψυχή [31]And anoon the sunne roos to hym, aftir that he passide Fanuel; forsothe he haltide in the foot.
[32]ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεοῦ αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ [32]For which cause the sones of Israel eten not `til in to present day the senewe, that driede in the hipe of Jacob; for the man touchide the senewe of Jacobs hipe, and it driede.
[33]ἕνεκεν τούτου οὐ μὴ φάγωσιν οἱ υἱοὶ ισραηλ τὸ νεῦρον ὃ ἐνάρκησεν ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ ἕως τῆς ἡμέρας ταύτης ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ ιακωβ τοῦ νεύρου καὶ ἐνάρκησεν 33[No verse]
Source: sacred-texts.org
Author: John Wycliffe (1328 – 1384)
Top