«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]Then God said to Jacob, Arise, go up to Beth-el and dwell there, and make there an altar unto God, that appeared unto thee, when thou fleddest from Esau thy brother. [1]εἶπεν δὲ ὁ θεὸς πρὸς ιακωβ ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον βαιθηλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ σου
[2]Then said Jacob unto his household and to all that were with him, Put away the strange gods that are among you, and cleanse yourselves, and change your garments: [2]εἶπεν δὲ ιακωβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσιν τοῖς μετ αὐτοῦ ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν
[3]For we will rise and go up to Beth-el, and I will make an altar there unto God, which heard me in the day of my tribulation, and was with me in the way which I went. [3]καὶ ἀναστάντες ἀναβῶμεν εἰς βαιθηλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ θεῷ τῷ ἐπακούσαντί μοι ἐν ἡμέρᾳ θλίψεως ὃς ἦν μετ ἐμοῦ καὶ διέσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην
[4]And they gave unto Jacob all the strange gods, which were in their hands, and all their earrings which were in their ears, and Jacob hid them under an oak, which was by Shechem. [4]καὶ ἔδωκαν τῷ ιακωβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ κατέκρυψεν αὐτὰ ιακωβ ὑπὸ τὴν τερέμινθον τὴν ἐν σικιμοις καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας
[5]Then they went on their journey, and the fear of God was upon the cities that were round about them: so that they did not follow after the sons of Jacob. [5]καὶ ἐξῆρεν ισραηλ ἐκ σικιμων καὶ ἐγένετο φόβος θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν ισραηλ
[6]So came Jacob to Luz, which is in the land of Canaan: (the same is Beth-el) he and all the people that was with him. [6]ἦλθεν δὲ ιακωβ εἰς λουζα ἥ ἐστιν ἐν γῇ χανααν ἥ ἐστιν βαιθηλ αὐτὸς καὶ πᾶς ὁ λαός ὃς ἦν μετ αὐτοῦ
[7]And he built there an altar, and had called the place, The God of Beth-el, because that God appeared unto him there, when he fled from his brother. [7]καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου βαιθηλ ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ
[8]Then Deborah Rebekah's nurse died, and was buried beneath Beth-el under an oak: and he called the name of it Allon-bachuth. [8]ἀπέθανεν δὲ δεββωρα ἡ τροφὸς ρεβεκκας κατώτερον βαιθηλ ὑπὸ τὴν βάλανον καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα αὐτῆς βάλανος πένθους
[9]Again God appeared unto Jacob, after he came out of Padan-aram, and blessed him. [9]ὤφθη δὲ ὁ θεὸς ιακωβ ἔτι ἐν λουζα ὅτε παρεγένετο ἐκ μεσοποταμίας τῆς συρίας καὶ ηὐλόγησεν αὐτὸν ὁ θεός
[10]Moreover God said unto him, Thy name is Jacob: thy name shall be no more called Jacob, but Israel shall be thy name: and he called his name Israel. [10]καὶ εἶπεν αὐτῷ ὁ θεός τὸ ὄνομά σου ιακωβ οὐ κληθήσεται ἔτι ιακωβ ἀλλ ισραηλ ἔσται τὸ ὄνομά σου
[11]Again God said unto him, I am God all sufficient. Grow, and multiply. A nation and a multitude of nations shall spring of thee, and kings shall come out of thy loins. [11]εἶπεν δὲ αὐτῷ ὁ θεός ἐγὼ ὁ θεός σου αὐξάνου καὶ πληθύνου ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται
[12]Also I will give the land, which I gave to Abraham and Isaac, unto thee: and unto thy seed after thee will I give that land. [12]καὶ τὴν γῆν ἣν δέδωκα αβρααμ καὶ ισαακ σοὶ δέδωκα αὐτήν σοὶ ἔσται καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην
[13]So God ascended from him in the place where he had talked with him. [13]ἀνέβη δὲ ὁ θεὸς ἀπ αὐτοῦ ἐκ τοῦ τόπου οὗ ἐλάλησεν μετ αὐτοῦ
[14]And Jacob set up a pillar in the place where he talked with him, a pillar of stone, and poured drink offering thereon: also he poured oil thereon. [14]καὶ ἔστησεν ιακωβ στήλην ἐν τῷ τόπῳ ᾧ ἐλάλησεν μετ αὐτοῦ στήλην λιθίνην καὶ ἔσπεισεν ἐπ αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ αὐτὴν ἔλαιον
[15]And Jacob called the name of the place, where God spake with him, Bethel. [15]καὶ ἐκάλεσεν ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ἐλάλησεν μετ αὐτοῦ ἐκεῖ ὁ θεός βαιθηλ
[16]Then they departed from Beth-el, and when there was about half a days journey of ground to come to Ephrath, Rachel travailed, and in travailing she was in peril. [16]ἀπάρας δὲ ιακωβ ἐκ βαιθηλ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου γαδερ ἐγένετο δὲ ἡνίκα ἤγγισεν χαβραθα εἰς γῆν ἐλθεῖν εφραθα ἔτεκεν ραχηλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ
[17]And when she was in pains of her labor, the midwife said unto her, Fear not: for thou shalt have this son also. [17]ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν εἶπεν αὐτῇ ἡ μαῖα θάρσει καὶ γὰρ οὗτός σοί ἐστιν υἱός
[18]Then as she was about to yield up the Ghost (for she died) she called his name Ben-oni, but his father called him Benjamin. [18]ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν ἀπέθνῃσκεν γάρ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ υἱὸς ὀδύνης μου ὁ δὲ πατὴρ ἐκάλεσεν αὐτὸν βενιαμιν
[19]Thus died Rachel, and was buried in the way to Ephrath, which is Bethlehem. [19]ἀπέθανεν δὲ ραχηλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ εφραθα αὕτη ἐστὶν βηθλεεμ
[20]And Jacob set a pillar upon her grave: This is the pillar of Rachel's grave unto this day. [20]καὶ ἔστησεν ιακωβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς αὕτη ἐστὶν στήλη μνημείου ραχηλ ἕως τῆς σήμερον ἡμέρας
[21]Then Israel went forward, and pitched his tent beyond Migdal-eder. 21[No verse]
[22]Now, when Israel dwelt in that land, Reuben went, and lay with Bilhah his father's concubine, and it came to Israel's ear. And Jacob had twelve sons. [22]ἐγένετο δὲ ἡνίκα κατῴκησεν ισραηλ ἐν τῇ γῇ ἐκείνῃ ἐπορεύθη ρουβην καὶ ἐκοιμήθη μετὰ βαλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ καὶ ἤκουσεν ισραηλ καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ ἦσαν δὲ οἱ υἱοὶ ιακωβ δώδεκα
[23]The sons of Leah: Reuben Jacob's eldest son, and Simeon, and Levi, and Judah, and Issachar, and Zebulun. [23]υἱοὶ λειας πρωτότοκος ιακωβ ρουβην συμεων λευι ιουδας ισσαχαρ ζαβουλων
[24]The sons of Rachel: Joseph and Benjamin. [24]υἱοὶ δὲ ραχηλ ιωσηφ καὶ βενιαμιν
[25]And the sons of Bilhah Rachel's maid: Dan and Naphtali. [25]υἱοὶ δὲ βαλλας παιδίσκης ραχηλ δαν καὶ νεφθαλι
[26]And the sons of Zilpah Leah's maid: Gad and Asher. These are the sons of Jacob, which were born him in Padan-aram. [26]υἱοὶ δὲ ζελφας παιδίσκης λειας γαδ καὶ ασηρ οὗτοι υἱοὶ ιακωβ οἳ ἐγένοντο αὐτῷ ἐν μεσοποταμίᾳ τῆς συρίας
[27]Then Jacob came unto Isaac his father to Mamre a city of Arbah: this is Hebron, where Abraham and Isaac were strangers. [27]ἦλθεν δὲ ιακωβ πρὸς ισαακ τὸν πατέρα αὐτοῦ εἰς μαμβρη εἰς πόλιν τοῦ πεδίου αὕτη ἐστὶν χεβρων ἐν γῇ χανααν οὗ παρῴκησεν αβρααμ καὶ ισαακ
[28]And the days of Isaac were an hundred and fourscore years. [28]ἐγένοντο δὲ αἱ ἡμέραι ισαακ ἃς ἔζησεν ἔτη ἑκατὸν ὀγδοήκοντα
[29]And Isaac gave up the ghost and died, and was gathered unto his people, being old and full of days: and his sons Esau and Jacob buried him. [29]καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν καὶ ἔθαψαν αὐτὸν ησαυ καὶ ιακωβ οἱ υἱοὶ αὐτοῦ
Source: archive.org
Source: sacred-texts.org
Top