«
Aleppo Codex (~920)
Alep
The Septuagint
LXX
[1]והאדם ידע את חוה אשתו ותהר ותלד את קין ותאמר קניתי איש את יהוה [1]αδαμ δὲ ἔγνω ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν καιν καὶ εἶπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ
[2]ותסף ללדת את אחיו את הבל ויהי הבל רעה צאן וקין היה עבד אדמה [2]καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν αβελ καὶ ἐγένετο αβελ ποιμὴν προβάτων καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν
[3]ויהי מקץ ימים ויבא קין מפרי האדמה מנחה־ליהוה [3]καὶ ἐγένετο μεθ ἡμέρας ἤνεγκεν καιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ
[4]והבל הביא גם הוא מבכרות צאנו ומחלבהן וישע יהוה אל הבל ואל מנחתו [4]καὶ αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ
[5]ואל קין ואל מנחתו לא שעה ויחר לקין מאד ויפלו פניו [5]ἐπὶ δὲ καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ
[6]ויאמר יהוה אל קין למה חרה לך ולמה נפלו פניך [6]καὶ εἶπεν κύριος ὁ θεὸς τῷ καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου
[7]הלוא אם תיטיב שאת ואם לא תיטיב לפתח חטאת רבץ ואליך תשוקתו ואתה תמשל בו [7]οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ
[8]ויאמר קין אל הבל אחיו ויהי בהיותם בשדה ויקם קין אל הבל אחיו ויהרגהו [8]καὶ εἶπεν καιν πρὸς αβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη καιν ἐπὶ αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν
[9]ויאמר יהוה אל קין אי הבל אחיך ויאמר לא ידעתי השמר אחי אנכי [9]καὶ εἶπεν ὁ θεὸς πρὸς καιν ποῦ ἐστιν αβελ ὁ ἀδελφός σου ὁ δὲ εἶπεν οὐ γινώσκω μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ
[10]ויאמר מה עשית קול דמי אחיך צעקים אלי מן האדמה [10]καὶ εἶπεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς
[11]ועתה ארור אתה מן האדמה אשר פצתה את פיה לקחת את דמי אחיך מידך [11]καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου
[12]כי תעבד את האדמה לא תסף תת כחה לך נע ונד תהיה בארץ [12]ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς
[13]ויאמר קין אל יהוה גדול עוני מנשא [13]καὶ εἶπεν καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με
[14]הן גרשת אתי היום מעל פני האדמה ומפניך אסתר והייתי נע ונד בארץ והיה כל מצאי יהרגני [14]εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ ἔσται πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με
[15]ויאמר לו יהוה לכן כל הרג קין שבעתים יקם וישם יהוה לקין אות לבלתי הכות אתו כל מצאו [15]καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός οὐχ οὕτως πᾶς ὁ ἀποκτείνας καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν
[16]ויצא קין מלפני יהוה וישב בארץ נוד קדמת עדן [16]ἐξῆλθεν δὲ καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ὤκησεν ἐν γῇ ναιδ κατέναντι εδεμ
[17]וידע קין את אשתו ותהר ותלד את חנוך ויהי בנה עיר ויקרא שם העיר כשם בנו חנוך [17]καὶ ἔγνω καιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν ενωχ καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ ενωχ
[18]ויולד לחנוך את עירד ועירד ילד את מחויאל ומחייאל ילד את מתושאל ומתושאל ילד את למך [18]ἐγενήθη δὲ τῷ ενωχ γαιδαδ καὶ γαιδαδ ἐγέννησεν τὸν μαιηλ καὶ μαιηλ ἐγέννησεν τὸν μαθουσαλα καὶ μαθουσαλα ἐγέννησεν τὸν λαμεχ
[19]ויקח לו למך שתי נשים שם האחת עדה ושם השנית צלה [19]καὶ ἔλαβεν ἑαυτῷ λαμεχ δύο γυναῖκας ὄνομα τῇ μιᾷ αδα καὶ ὄνομα τῇ δευτέρᾳ σελλα
[20]ותלד עדה את יבל הוא היה־אבי ישב אהל ומקנה [20]καὶ ἔτεκεν αδα τὸν ιωβελ οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων
[21]ושם אחיו יובל הוא היה־אבי כל תפש כנור ועוגב [21]καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιουβαλ οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν
[22]וצלה גם הוא ילדה את תובל קין־לטש כל חרש נחשת וברזל ואחות תובל קין נעמה [22]σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν θοβελ καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου ἀδελφὴ δὲ θοβελ νοεμα
[23]ויאמר למך לנשיו עדה וצלה שמען קולי־נשי למך האזנה אמרתי כי איש הרגתי לפצעי וילד לחברתי [23]εἶπεν δὲ λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν αδα καὶ σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί
[24]כי שבעתים יקם קין ולמך שבעים ושבעה [24]ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ καιν ἐκ δὲ λαμεχ ἑβδομηκοντάκις ἑπτά
[25]וידע אדם עוד את אשתו ותלד בן ותקרא את שמו שת כי שת לי אלהים זרע אחר־תחת הבל כי הרגו קין [25]ἔγνω δὲ αδαμ ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ αβελ ὃν ἀπέκτεινεν καιν
[26]ולשת גם הוא ילד בן ויקרא את שמו אנוש אז הוחל לקרא בשם יהוה [26]καὶ τῷ σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ενως οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ
Source: unbound.biola.edu
Source: sacred-texts.org
Top