«
Webster Bible (1833)
Web
The Septuagint
LXX
[1]And it came to pass at the end of two full years, that Pharaoh dreamed: and behold, he stood by the river. [1]ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν φαραω εἶδεν ἐνύπνιον ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ
[2]And behold, there came up out of the river seven well-favored cows and fat-fleshed; and they fed in a meadow. [2]καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐβόσκοντο ἐν τῷ ἄχει
[3]And behold, seven other cows came up after them out of the river, ill-favored and lean-fleshed; and stood by the other cows upon the brink of the river. [3]ἄλλαι δὲ ἑπτὰ βόες ἀνέβαινον μετὰ ταύτας ἐκ τοῦ ποταμοῦ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο παρὰ τὰς βόας παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ
[4]And the ill-favored and lean-fleshed cows ate up the seven well-favored and fat cows. So Pharaoh awoke. [4]καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ ταῖς σαρξὶν τὰς ἑπτὰ βόας τὰς καλὰς τῷ εἴδει καὶ τὰς ἐκλεκτάς ἠγέρθη δὲ φαραω
[5]And he slept and dreamed the second time: and behold, seven ears of corn came up upon one stalk, rank and good. [5]καὶ ἐνυπνιάσθη τὸ δεύτερον καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί
[6]And behold, seven thin ears and blasted with the east wind sprung up after them. [6]ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο μετ αὐτούς
[7]And the seven thin ears devoured the seven rank and full ears. And Pharaoh awoke, and behold, it was a dream. [7]καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς ἐκλεκτοὺς καὶ τοὺς πλήρεις ἠγέρθη δὲ φαραω καὶ ἦν ἐνύπνιον
[8]And it came to pass in the morning, that his spirit was troubled; and he sent and called for all the magicians of Egypt, and all the wise men thereof: and Pharaoh told them his dream; but there was none that could interpret them to Pharaoh. [8]ἐγένετο δὲ πρωὶ καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ καὶ ἀποστείλας ἐκάλεσεν πάντας τοὺς ἐξηγητὰς αἰγύπτου καὶ πάντας τοὺς σοφοὺς αὐτῆς καὶ διηγήσατο αὐτοῖς φαραω τὸ ἐνύπνιον καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ φαραω
[9]Then spoke the chief butler to Pharaoh, saying, I do remember my faults this day: [9]καὶ ἐλάλησεν ὁ ἀρχιοινοχόος πρὸς φαραω λέγων τὴν ἁμαρτίαν μου ἀναμιμνῄσκω σήμερον
[10]Pharaoh was wroth with his servants, and put me in custody in the captain of the guard's house, both me, and the chief baker: [10]φαραω ὠργίσθη τοῖς παισὶν αὐτοῦ καὶ ἔθετο ἡμᾶς ἐν φυλακῇ ἐν τῷ οἴκῳ τοῦ ἀρχιμαγείρου ἐμέ τε καὶ τὸν ἀρχισιτοποιόν
[11]And we dreamed a dream in one night, I and he: we dreamed each man according to the interpretation of his dream. [11]καὶ εἴδομεν ἐνύπνιον ἐν νυκτὶ μιᾷ ἐγώ τε καὶ αὐτός ἕκαστος κατὰ τὸ αὑτοῦ ἐνύπνιον εἴδομεν
[12]And there was there with us a young man, a Hebrew, servant to the captain of the guard; and we told him, and he interpreted to us our dreams; to each man according to his dream he interpreted. [12]ἦν δὲ ἐκεῖ μεθ ἡμῶν νεανίσκος παῖς εβραῖος τοῦ ἀρχιμαγείρου καὶ διηγησάμεθα αὐτῷ καὶ συνέκρινεν ἡμῖν
[13]And it came to pass, as he interpreted to us, so it was: me he restored to my office, and him he hanged. [13]ἐγενήθη δὲ καθὼς συνέκρινεν ἡμῖν οὕτως καὶ συνέβη ἐμέ τε ἀποκατασταθῆναι ἐπὶ τὴν ἀρχήν μου ἐκεῖνον δὲ κρεμασθῆναι
[14]Then Pharaoh sent and called Joseph, and they brought him hastily out of the dungeon: and he shaved himself, and changed his raiment, and came before Pharaoh. [14]ἀποστείλας δὲ φαραω ἐκάλεσεν τὸν ιωσηφ καὶ ἐξήγαγον αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν καὶ ἤλλαξαν τὴν στολὴν αὐτοῦ καὶ ἦλθεν πρὸς φαραω
[15]And Pharaoh said to Joseph, I have dreamed a dream, and there is none that can interpret it: and I have heard it said of thee, that thou canst understand a dream to interpret it. [15]εἶπεν δὲ φαραω τῷ ιωσηφ ἐνύπνιον ἑώρακα καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόντων ἀκούσαντά σε ἐνύπνια συγκρῖναι αὐτά
[16]And Joseph answered Pharaoh, saying, It is not in me: God will give Pharaoh an answer of peace. [16]ἀποκριθεὶς δὲ ιωσηφ τῷ φαραω εἶπεν ἄνευ τοῦ θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον φαραω
[17]And Pharaoh said to Joseph, In my dream, behold, I stood upon the bank of the river: [17]ἐλάλησεν δὲ φαραω τῷ ιωσηφ λέγων ἐν τῷ ὕπνῳ μου ὤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ
[18]And behold, there came out of the river seven cows, fat-fleshed, and well-favored; and they fed in a meadow: [18]καὶ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες καλαὶ τῷ εἴδει καὶ ἐκλεκταὶ ταῖς σαρξὶν καὶ ἐνέμοντο ἐν τῷ ἄχει
[19]And behold, seven other cows came out after them, poor, and very ill-favored, and lean-fleshed, such as I never saw in all the land of Egypt for badness: [19]καὶ ἰδοὺ ἑπτὰ βόες ἕτεραι ἀνέβαινον ὀπίσω αὐτῶν ἐκ τοῦ ποταμοῦ πονηραὶ καὶ αἰσχραὶ τῷ εἴδει καὶ λεπταὶ ταῖς σαρξίν οἵας οὐκ εἶδον τοιαύτας ἐν ὅλῃ γῇ αἰγύπτῳ αἰσχροτέρας
[20]And the lean and the ill-favored cows ate up the first seven fat cows: [20]καὶ κατέφαγον αἱ ἑπτὰ βόες αἱ αἰσχραὶ καὶ λεπταὶ τὰς ἑπτὰ βόας τὰς πρώτας τὰς καλὰς καὶ ἐκλεκτάς
[21]And when they had eaten them up, it could not be known that they had eaten them; but they were still ill-favored, as at the beginning. So I awoke. [21]καὶ εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ οὐ διάδηλοι ἐγένοντο ὅτι εἰσῆλθον εἰς τὰς κοιλίας αὐτῶν καὶ αἱ ὄψεις αὐτῶν αἰσχραὶ καθὰ καὶ τὴν ἀρχήν ἐξεγερθεὶς δὲ ἐκοιμήθην
[22]And I saw in my dream, and behold, seven ears came up on one stalk, full and good: [22]καὶ εἶδον πάλιν ἐν τῷ ὕπνῳ μου καὶ ὥσπερ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμένι ἑνὶ πλήρεις καὶ καλοί
[23]And behold, seven ears, withered, thin, and blasted with the east wind, sprung up after them: [23]ἄλλοι δὲ ἑπτὰ στάχυες λεπτοὶ καὶ ἀνεμόφθοροι ἀνεφύοντο ἐχόμενοι αὐτῶν
[24]And the thin ears devoured the seven good ears: and I told this to the magicians; but there was none that could explain it to me. [24]καὶ κατέπιον οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι τοὺς ἑπτὰ στάχυας τοὺς καλοὺς καὶ τοὺς πλήρεις εἶπα οὖν τοῖς ἐξηγηταῖς καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι
[25]And Joseph said to Pharaoh, The dream of Pharaoh is one; God hath showed Pharaoh what he is about to do. [25]καὶ εἶπεν ιωσηφ τῷ φαραω τὸ ἐνύπνιον φαραω ἕν ἐστιν ὅσα ὁ θεὸς ποιεῖ ἔδειξεν τῷ φαραω
[26]The seven good cows are seven years; and the seven good ears are seven years: the dream is one. [26]αἱ ἑπτὰ βόες αἱ καλαὶ ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ καλοὶ ἑπτὰ ἔτη ἐστίν τὸ ἐνύπνιον φαραω ἕν ἐστιν
[27]And the seven thin and ill-favored cows that came up after them are seven years; and the seven empty ears blasted with the east wind will be seven years of famine. [27]καὶ αἱ ἑπτὰ βόες αἱ λεπταὶ αἱ ἀναβαίνουσαι ὀπίσω αὐτῶν ἑπτὰ ἔτη ἐστίν καὶ οἱ ἑπτὰ στάχυες οἱ λεπτοὶ καὶ ἀνεμόφθοροι ἔσονται ἑπτὰ ἔτη λιμοῦ
[28]This is the thing which I have spoken to Pharaoh: What God is about to do he showeth to Pharaoh. [28]τὸ δὲ ῥῆμα ὃ εἴρηκα φαραω ὅσα ὁ θεὸς ποιεῖ ἔδειξεν τῷ φαραω
[29]Behold, there come seven years of great plenty throughout all the land of Egypt: [29]ἰδοὺ ἑπτὰ ἔτη ἔρχεται εὐθηνία πολλὴ ἐν πάσῃ γῇ αἰγύπτῳ
[30]And there shall arise after them seven years of famine; and all the plenty shall be forgotten in the land of Egypt; and the famine shall consume the land; [30]ἥξει δὲ ἑπτὰ ἔτη λιμοῦ μετὰ ταῦτα καὶ ἐπιλήσονται τῆς πλησμονῆς ἐν ὅλῃ γῇ αἰγύπτῳ καὶ ἀναλώσει ὁ λιμὸς τὴν γῆν
[31]And the plenty shall not be known in the land by reason of the famine following: for it will be very grievous. [31]καὶ οὐκ ἐπιγνωσθήσεται ἡ εὐθηνία ἐπὶ τῆς γῆς ἀπὸ τοῦ λιμοῦ τοῦ ἐσομένου μετὰ ταῦτα ἰσχυρὸς γὰρ ἔσται σφόδρα
[32]And for that the dream was doubled to Pharaoh twice; it is because the thing is established by God, and God will shortly bring it to pass. [32]περὶ δὲ τοῦ δευτερῶσαι τὸ ἐνύπνιον φαραω δίς ὅτι ἀληθὲς ἔσται τὸ ῥῆμα τὸ παρὰ τοῦ θεοῦ καὶ ταχυνεῖ ὁ θεὸς τοῦ ποιῆσαι αὐτό
[33]Now therefore let Pharaoh look out a man discreet and wise, and set him over the land of Egypt. [33]νῦν οὖν σκέψαι ἄνθρωπον φρόνιμον καὶ συνετὸν καὶ κατάστησον αὐτὸν ἐπὶ γῆς αἰγύπτου
[34]Let Pharaoh do this, and let him appoint officers over the land, and take up the fifth part of the land of Egypt in the seven plenteous years. [34]καὶ ποιησάτω φαραω καὶ καταστησάτω τοπάρχας ἐπὶ τῆς γῆς καὶ ἀποπεμπτωσάτωσαν πάντα τὰ γενήματα τῆς γῆς αἰγύπτου τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας
[35]And let them gather all the food of those good years that come, and lay up corn under the hand of Pharaoh; and let them keep food in the cities. [35]καὶ συναγαγέτωσαν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν τῶν ἐρχομένων τῶν καλῶν τούτων καὶ συναχθήτω ὁ σῖτος ὑπὸ χεῖρα φαραω βρώματα ἐν ταῖς πόλεσιν φυλαχθήτω
[36]And that food shall be for store to the land against the seven years of famine, which shall be in the land of Egypt; that the land may not perish through the famine. [36]καὶ ἔσται τὰ βρώματα πεφυλαγμένα τῇ γῇ εἰς τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἃ ἔσονται ἐν γῇ αἰγύπτῳ καὶ οὐκ ἐκτριβήσεται ἡ γῆ ἐν τῷ λιμῷ
[37]And the thing was good in the eyes of Pharaoh, and in the eyes of all his servants. [37]ἤρεσεν δὲ τὰ ῥήματα ἐναντίον φαραω καὶ ἐναντίον πάντων τῶν παίδων αὐτοῦ
[38]And Pharaoh said to his servants, Can we find such a man as this is, a man in whom the spirit of God is? [38]καὶ εἶπεν φαραω πᾶσιν τοῖς παισὶν αὐτοῦ μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον ὃς ἔχει πνεῦμα θεοῦ ἐν αὐτῷ
[39]And Pharaoh said to Joseph, Forasmuch as God hath shown thee all this, there is none so discreet and wise as thou art: [39]εἶπεν δὲ φαραω τῷ ιωσηφ ἐπειδὴ ἔδειξεν ὁ θεός σοι πάντα ταῦτα οὐκ ἔστιν ἄνθρωπος φρονιμώτερος καὶ συνετώτερός σου
[40]Thou shalt be over my house, and according to thy word shall all my people be ruled: only in the throne will I be greater than thou. [40]σὺ ἔσῃ ἐπὶ τῷ οἴκῳ μου καὶ ἐπὶ τῷ στόματί σου ὑπακούσεται πᾶς ὁ λαός μου πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ
[41]And Pharaoh said to Joseph, See, I have set thee over all the land of Egypt. [41]εἶπεν δὲ φαραω τῷ ιωσηφ ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πάσης γῆς αἰγύπτου
[42]And Pharaoh took off his ring from his hand, and put it upon Joseph's hand, and arrayed him in vestures of fine linen, and put a gold chain about his neck; [42]καὶ περιελόμενος φαραω τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ περιέθηκεν αὐτὸν ἐπὶ τὴν χεῖρα ιωσηφ καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσσίνην καὶ περιέθηκεν κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ
[43]And he made him to ride in the second chariot which he had: and they cried before him, Bow the knee: and he made him ruler over all the land of Egypt. [43]καὶ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον τῶν αὐτοῦ καὶ ἐκήρυξεν ἔμπροσθεν αὐτοῦ κῆρυξ καὶ κατέστησεν αὐτὸν ἐφ ὅλης γῆς αἰγύπτου
[44]And Pharaoh said to Joseph, I am Pharaoh, and without thee shall no man lift up his hand or foot in all the land of Egypt. [44]εἶπεν δὲ φαραω τῷ ιωσηφ ἐγὼ φαραω ἄνευ σοῦ οὐκ ἐξαρεῖ οὐθεὶς τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ αἰγύπτου
[45]And Pharaoh called Joseph's name Zaphnath-paaneah; and he gave him for a wife Asenath the daughter of Poti-pherah priest of On: and Joseph went over all the land of Egypt. [45]καὶ ἐκάλεσεν φαραω τὸ ὄνομα ιωσηφ ψονθομφανηχ καὶ ἔδωκεν αὐτῷ τὴν ασεννεθ θυγατέρα πετεφρη ἱερέως ἡλίου πόλεως αὐτῷ γυναῖκα
[46]And Joseph was thirty years old when he stood before Pharaoh king of Egypt: and Joseph went out from the presence of Pharaoh, and went throughout all the land of Egypt. [46]ιωσηφ δὲ ἦν ἐτῶν τριάκοντα ὅτε ἔστη ἐναντίον φαραω βασιλέως αἰγύπτου ἐξῆλθεν δὲ ιωσηφ ἐκ προσώπου φαραω καὶ διῆλθεν πᾶσαν γῆν αἰγύπτου
[47]And in the seven plenteous years the earth brought forth by handfulls. [47]καὶ ἐποίησεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσιν τῆς εὐθηνίας δράγματα
[48]And he gathered all the food of the seven years which were in the land of Egypt, and laid up the food in the cities: the food of the field which was around every city, he laid up in the same. [48]καὶ συνήγαγεν πάντα τὰ βρώματα τῶν ἑπτὰ ἐτῶν ἐν οἷς ἦν ἡ εὐθηνία ἐν γῇ αἰγύπτου καὶ ἔθηκεν τὰ βρώματα ἐν ταῖς πόλεσιν βρώματα τῶν πεδίων τῆς πόλεως τῶν κύκλῳ αὐτῆς ἔθηκεν ἐν αὐτῇ
[49]And Joseph gathered corn as the sand of the sea, very much, until he left numbering; for it was without number. [49]καὶ συνήγαγεν ιωσηφ σῖτον ὡσεὶ τὴν ἄμμον τῆς θαλάσσης πολὺν σφόδρα ἕως οὐκ ἠδύναντο ἀριθμῆσαι οὐ γὰρ ἦν ἀριθμός
[50]And to Joseph were born two sons before the years of famine came: which Asenath the daughter of Poti-pherah priest of On bore to him. [50]τῷ δὲ ιωσηφ ἐγένοντο υἱοὶ δύο πρὸ τοῦ ἐλθεῖν τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ οὓς ἔτεκεν αὐτῷ ασεννεθ θυγάτηρ πετεφρη ἱερέως ἡλίου πόλεως
[51]And Joseph called the name of the first-born Manasseh: For God, said he, hath made me forget all my toil, and all my father's house. [51]ἐκάλεσεν δὲ ιωσηφ τὸ ὄνομα τοῦ πρωτοτόκου μανασση ὅτι ἐπιλαθέσθαι με ἐποίησεν ὁ θεὸς πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρός μου
[52]And the name of the second called he Ephraim: for God hath caused me to be fruitful in the land of my affliction. [52]τὸ δὲ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν εφραιμ ὅτι ηὔξησέν με ὁ θεὸς ἐν γῇ ταπεινώσεώς μου
[53]And the seven years of plenteousness that was in the land of Egypt, were ended. [53]παρῆλθον δὲ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἃ ἐγένοντο ἐν γῇ αἰγύπτῳ
[54]And the seven years of dearth began to come, according as Joseph had said: and the dearth was in all lands; but in all the land of Egypt there was bread. [54]καὶ ἤρξαντο τὰ ἑπτὰ ἔτη τοῦ λιμοῦ ἔρχεσθαι καθὰ εἶπεν ιωσηφ καὶ ἐγένετο λιμὸς ἐν πάσῃ τῇ γῇ ἐν δὲ πάσῃ γῇ αἰγύπτου ἦσαν ἄρτοι
[55]And when all the land of Egypt was famished, the people cried to Pharaoh for bread: and Pharaoh said to all the Egyptians, Go to Joseph; what he saith to you, do. [55]καὶ ἐπείνασεν πᾶσα ἡ γῆ αἰγύπτου ἐκέκραξεν δὲ ὁ λαὸς πρὸς φαραω περὶ ἄρτων εἶπεν δὲ φαραω πᾶσι τοῖς αἰγυπτίοις πορεύεσθε πρὸς ιωσηφ καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν ποιήσατε
[56]And the famine was over all the face of the earth; and Joseph opened all the store-houses, and sold to the Egyptians; and the famine became severe in the land of Egypt. [56]καὶ ὁ λιμὸς ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς ἀνέῳξεν δὲ ιωσηφ πάντας τοὺς σιτοβολῶνας καὶ ἐπώλει πᾶσι τοῖς αἰγυπτίοις
[57]And all countries came into Egypt to Joseph to buy corn; because the famine was distressing in all lands. [57]καὶ πᾶσαι αἱ χῶραι ἦλθον εἰς αἴγυπτον ἀγοράζειν πρὸς ιωσηφ ἐπεκράτησεν γὰρ ὁ λιμὸς ἐν πάσῃ τῇ γῇ
Source: unbound.biola.edu

See information...
Source: sacred-texts.org
Top