«
Nestle-Aland Greek NT (1993)
N/A GNT
The Septuagint
LXX
[No book] [1]καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης ιεσσαι καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται
[No book] [2]καὶ ἀναπαύσεται ἐπ αὐτὸν πνεῦμα τοῦ θεοῦ πνεῦμα σοφίας καὶ συνέσεως πνεῦμα βουλῆς καὶ ἰσχύος πνεῦμα γνώσεως καὶ εὐσεβείας
[No book] [3]ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει
[No book] [4]ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ
[No book] [5]καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημένος τὰς πλευράς
[No book] [6]καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς
[No book] [7]καὶ βοῦς καὶ ἄρκος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται καὶ λέων καὶ βοῦς ἅμα φάγονται ἄχυρα
[No book] [8]καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ
[No book] [9]καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας
[No book] [10]καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ἐπ αὐτῷ ἔθνη ἐλπιοῦσιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή
[No book] [11]καὶ ἔσται τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ ὃ ἂν καταλειφθῇ ἀπὸ τῶν ἀσσυρίων καὶ ἀπὸ αἰγύπτου καὶ βαβυλωνίας καὶ αἰθιοπίας καὶ ἀπὸ αιλαμιτῶν καὶ ἀπὸ ἡλίου ἀνατολῶν καὶ ἐξ ἀραβίας
[No book] [12]καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους ισραηλ καὶ τοὺς διεσπαρμένους τοῦ ιουδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς
[No book] [13]καὶ ἀφαιρεθήσεται ὁ ζῆλος εφραιμ καὶ οἱ ἐχθροὶ ιουδα ἀπολοῦνται εφραιμ οὐ ζηλώσει ιουδαν καὶ ιουδας οὐ θλίψει εφραιμ
[No book] [14]καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ ἡλίου ἀνατολῶν καὶ ιδουμαίαν καὶ ἐπὶ μωαβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσιν οἱ δὲ υἱοὶ αμμων πρῶτοι ὑπακούσονται
[No book] [15]καὶ ἐρημώσει κύριος τὴν θάλασσαν αἰγύπτου καὶ ἐπιβαλεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν
[No book] [16]καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν αἰγύπτῳ καὶ ἔσται τῷ ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθεν ἐκ γῆς αἰγύπτου
Author: Eberhard Nestle (1851–1913), Kurt Aland (1915–1994), Barbara Aland (b. 1937), et al.
Source: sacred-texts.org

See information...
Source: sacred-texts.org
Top