«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]τοῦ ἔτους οὗ εἰσῆλθεν ταναθαν εἰς ἄζωτον ἡνίκα ἀπεστάλη ὑπὸ αρνα βασιλέως ἀσσυρίων καὶ ἐπολέμησεν τὴν ἄζωτον καὶ κατελάβετο αὐτήν [1]In the year that Tartan came to Ashdod, (when Sargon king of Asshur [Assyria] sent him) and had fought against Ashdod, and taken it,
[2]τότε ἐλάλησεν κύριος πρὸς ησαιαν λέγων πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου καὶ ἐποίησεν οὕτως πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος [2]At the same time spake the Lord by the hand of Isaiah the son of Amoz, saying, Go, and loose the sackcloth from thy loins, and put off thy shoe from thy foot. And he did so, walking naked and barefoot.
[3]καὶ εἶπεν κύριος ὃν τρόπον πεπόρευται ησαιας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς αἰγυπτίοις καὶ αἰθίοψιν [3]And the Lord said, Like as my servant Isaiah hath walked naked, and barefoot three years, as a sign and wonder upon Egypt, and Ethiopia,
[4]ὅτι οὕτως ἄξει βασιλεὺς ἀσσυρίων τὴν αἰχμαλωσίαν αἰγύπτου καὶ αἰθιόπων νεανίσκους καὶ πρεσβύτας γυμνοὺς καὶ ἀνυποδέτους ἀνακεκαλυμμένους τὴν αἰσχύνην αἰγύπτου [4]So shall the king of Asshur [Assyria] take away the captivity of Egypt, and the captivity of Ethiopia, both young men and old men, naked and barefoot, with their buttocks uncovered, to the shame of Egypt.
[5]καὶ αἰσχυνθήσονται ἡττηθέντες οἱ αἰγύπτιοι ἐπὶ τοῖς αἰθίοψιν ἐφ οἷς ἦσαν πεποιθότες οἱ αἰγύπτιοι ἦσαν γὰρ αὐτοῖς δόξα [5]And they shall fear, and be ashamed of Ethiopia their expectation, and of Egypt their glory.
[6]καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν οἳ οὐκ ἐδύναντο σωθῆναι ἀπὸ βασιλέως ἀσσυρίων καὶ πῶς ἡμεῖς σωθησόμεθα [6]Then shall the inhabitant of this isle say in that day, Behold, such is our expectation, whither we fled for help to be delivered from the king of Asshur [Assyria], and how shall we be delivered?
Source: sacred-texts.org
Source: archive.org
Top