«
The Septuagint
LXX
The Septuagint in English by Brenton
LXX(EN)
[1]καὶ νῦν οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε ιακωβ ὁ πλάσας σε ισραηλ μὴ φοβοῦ ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου ἐμὸς εἶ σύ [1]And now thus saith the Lord God that made thee, O Jacob, and formed thee, O Israel, Fear not: for I have redeemed thee, I have called thee by thy name; thou art mine.
[2]καὶ ἐὰν διαβαίνῃς δι ὕδατος μετὰ σοῦ εἰμι καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός οὐ μὴ κατακαυθῇς φλὸξ οὐ κατακαύσει σε [2]And if thou pass through water, I am with thee; and the rivers shall not overflow thee: and if thou go through fire, thou shalt not be burned; the flame shall not burn thee.
[3]ὅτι ἐγὼ κύριος ὁ θεός σου ὁ ἅγιος ισραηλ ὁ σῴζων σε ἐποίησά σου ἄλλαγμα αἴγυπτον καὶ αἰθιοπίαν καὶ σοήνην ὑπὲρ σοῦ [3]For I am the Lord thy God, the Holy One of Israel, that saves thee: I have made Egypt and Ethiopia thy ransom, and given Soene for thee.
[4]ἀφ οὗ ἔντιμος ἐγένου ἐναντίον μου ἐδοξάσθης κἀγώ σε ἠγάπησα καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου [4]Since thou becamest precious in my sight, thou hast become glorious, and I have loved thee: and I will give men for thee, and princes for thy life.
[5]μὴ φοβοῦ ὅτι μετὰ σοῦ εἰμι ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε [5]Fear not; for I am with thee: I will bring thy seed from the east, and will gather thee from the west.
[6]ἐρῶ τῷ βορρᾷ ἄγε καὶ τῷ λιβί μὴ κώλυε ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν καὶ τὰς θυγατέρας μου ἀπ ἄκρων τῆς γῆς [6]I will say to the north, Bring; and to the south, Keep not back; bring my sons from the land afar off, and my daughters from the ends of the earth;
[7]πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα αὐτόν [7]even all who are called by my name: for I have prepared him for my glory, and I have formed him, and have made him:
[8]καὶ ἐξήγαγον λαὸν τυφλόν καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί καὶ κωφοὶ τὰ ὦτα ἔχοντες [8]and I have brought forth the blind people; for their eyes are alike blind, and they that have ears are deaf.
[9]πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν τίς ἀναγγελεῖ ταῦτα ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ [9]All the nations are gathered together, and princes shall be gathered out of them: who will declare these things? or who will declare to you things from the beginning? let them bring forth their witnesses, and be justified; and let them hear, and declare the truth.
[10]γένεσθέ μοι μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός καὶ ὁ παῖς ὃν ἐξελεξάμην ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεὸς καὶ μετ ἐμὲ οὐκ ἔσται [10]Be ye my witnesses, and I too am a witness, saith the Lord God, and my servant whom I have chosen: that ye may know, and believe, and understand that I am he: before me there was no other God, and after me there shall be none.
[11]ἐγὼ ὁ θεός καὶ οὐκ ἔστιν πάρεξ ἐμοῦ σῴζων [11]I am God; and beside me there is no Saviour.
[12]ἀνήγγειλα καὶ ἔσωσα ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος ὑμεῖς ἐμοὶ μάρτυρες κἀγὼ μάρτυς λέγει κύριος ὁ θεός [12]I have declared, and have saved; I have reproached, and there was no strange god among you: ye are my witnesses, and I am the Lord God,
[13]ἔτι ἀπ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος ποιήσω καὶ τίς ἀποστρέψει αὐτό [13]even from the beginning; and there is none that can deliver out of my hands: I will work, and who shall turn it back?
[14]οὕτως λέγει κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς ὁ ἅγιος ισραηλ ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας καὶ χαλδαῖοι ἐν πλοίοις δεθήσονται [14]Thus saith the Lord God that redeems you, the Holy One of Israel; for your sakes I will send to Babylon, and I will stir up all that flee, and the Chaldeans shall be bound in ships.
[15]ἐγὼ κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν ὁ καταδείξας ισραηλ βασιλέα ὑμῶν [15]I am the Lord God, your Holy One, who have appointed for Israel your king.
[16]οὕτως λέγει κύριος ὁ διδοὺς ὁδὸν ἐν θαλάσσῃ καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον [16]Thus saith the Lord, who makes a way in the sea, and a path in the mighty water;
[17]ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν ἀλλὰ ἐκοιμήθησαν καὶ οὐκ ἀναστήσονται ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον [17]who brought forth chariots and horse, and a mighty multitude: but they have lain down, and shall not rise: they are extinct, as quenched flax.
[18]μὴ μνημονεύετε τὰ πρῶτα καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε [18]Remember ye not the former things, and consider not the ancient things.
[19]ἰδοὺ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ καὶ γνώσεσθε αὐτά καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς [19]Behold, I will do new things, which shall presently spring forth, and ye shall know them: and I will make a way in the wilderness, and rivers in the dry land.
[20]εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ σειρῆνες καὶ θυγατέρες στρουθῶν ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν [20]the beasts of the field shall bless me, the owls and young ostriches; for I have given water in the wilderness, and rivers in the dry land, to give drink to my chosen race,
[21]λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι [21]my people whom I have preserved to tell forth my praises.
[22]οὐ νῦν ἐκάλεσά σε ιακωβ οὐδὲ κοπιᾶσαί σε ἐποίησα ισραηλ [22]I have not now called thee, O Jacob; neither have I made thee weary, O Israel.
[23]οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ [23]Thou hast not brought me the sheep of thy whole-burnt-offering; neither hast thou glorified me with thy sacrifices. I have not caused thee to serve with sacrifices, neither have I wearied thee with frankincense.
[24]οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου [24]Neither hast thou purchased for me victims for silver, neither have I desired the fat of thy sacrifices: but thou didst stand before me in thy sins, and in thine iniquities.
[25]ἐγώ εἰμι ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μὴ μνησθήσομαι [25]I, even I, am he that blots out thy transgressions for mine own sake, and thy sins; and I will not remember them.
[26]σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς ἀνομίας σου πρῶτος ἵνα δικαιωθῇς [26]But do thou remember, and let us plead together: do thou first confess thy transgressions, that thou mayest be justified.
[27]οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες αὐτῶν ἠνόμησαν εἰς ἐμέ [27]Your fathers first, and your princes have transgressed against me.
[28]καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου καὶ ἔδωκα ἀπολέσαι ιακωβ καὶ ισραηλ εἰς ὀνειδισμόν [28]And the princes have defiled my sanctuaries: so I gave Jacob to enemies to destroy, and Israel to reproach.
Source: sacred-texts.org
Author: Sir Lancelot Charles Lee Brenton (1851)
Source: ecmarsh.com
Top