|
[1]Go to nowe ye riche men, weepe and howle on your wretchednesse that shall come vpon you |
[1]Ἄγε νῦν οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις· |
[2]Your riches is corrupt, your garmentes are motheaten |
[2]ὁ πλοῦτος ὑμῶν σέσηπε καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν, |
[3]Your golde and siluer is cankred, and the rust of them shalbe a witnesse agaynst you, and shall eate your fleshe as it were fyre. Ye haue heaped treasure together in your last dayes |
[3]ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν. ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις. |
[4]Beholde, the hire of labourers, which haue reaped downe your fieldes, which hire is of you kept backe by fraude, cryeth: and the cryes of them which haue reaped, are entred into the eares of the Lorde Sabaoth |
[4]ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀπεστερημένος ἀφ᾽ ὑμῶν κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν. |
[5]Ye haue liued in pleasure on the earth, and ben wanton: Ye haue nourisshed your heartes, as in a day of slaughter |
[5]ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε, ἐθρέψατε τὰς καρδίας ὑμῶν ὡς ἐν ἡμέρᾳ σφαγῆς. |
[6]Ye haue condempned and kylled the iust, and he hath not resisted you |
[6]κατεδικάσατε, ἐφονεύσατε τὸν δίκαιον· οὐκ ἀντιτάσσεται ὑμῖν. |
[7]Be patient therfore brethren, vnto the commyng of the Lorde. Beholde, the husbandman wayteth for the precious fruite of the earth, and hath long patience thervpon, vntill he receaue the early and the later rayne |
[7]Μακροθυμήσατε οὖν, ἀδελφοί, ἕως τῆς παρουσίας τοῦ Κυρίου. ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς, μακροθυμῶν ἐπ᾽ αὐτῷ ἕως λάβῃ ὑετὸν πρώϊμον καὶ ὄψιμον. |
[8]Be ye also patient therfore, and settle your heartes, for the commyng of the Lorde draweth nye |
[8]μακροθυμήσατε καὶ ὑμεῖς, στηρίξατε τὰς καρδίας ὑμῶν, ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικε. |
[9]Grudge not one agaynst another brethren, lest ye be dampned: Beholde, the iudge standeth before the doore |
[9]μὴ στενάζετε κατ᾽ ἀλλήλων, ἀδελφοί, ἵνα μὴ κριθῆτε· ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν. |
[10]Take my brethren, the prophetes for an ensample of suffering aduersitie, and of patience, which spake in the name of the Lorde |
[10]ὑπόδειγμα λάβετε, ἀδελφοί μου, τῆς κακοπαθείας καὶ τῆς μακροθυμίας τοὺς προφήτας, οἳ ἐλάλησαν τῷ ὀνόματι Κυρίου. |
[11]Beholde, we count the happy which endure. Ye haue hearde of the patience of Iob, and haue knowen what ende the Lorde made: For the Lorde is very pitifull and mercifull |
[11]ἰδοὺ μακαρίζομεν τοὺς ὑπομένοντας· τὴν ὑπομονὴν ᾿Ιὼβ ἠκούσατε, καὶ τὸ τέλος Κυρίου εἴδετε, ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων. |
[12]But aboue all thynges my brethren, sweare not, neither by heauen, neither by earth, neither any other othe: Let your yea, be yea, and your nay nay, lest you fall into condempnation |
[12]Πρὸ πάντων δέ, ἀδελφοί μου, μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον· ἤτω δὲ ὑμῶν τὸ ναὶ ναί, καὶ τὸ οὒ οὔ, ἵνα μὴ εἰς ὑπόκρισιν πέσητε. |
[13]Is any among you afflicted? let hym pray. Is any mery? let him sing psalmes |
[13]Κακοπαθεῖ τις ἐν ὑμῖν; προσευχέσθω· εὐθυμεῖ τις; ψαλλέτω. |
[14]Is any diseased among you? let hym call for the elders of the Churche, and let them pray for him, and annoynt him with oyle in the name of the Lorde |
[14]ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ᾽ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου· |
[15]And the prayer of fayth shall saue the sicke, and the Lorde shall raise him vp: and yf he haue committed sinnes, they shalbe forgeuen hym |
[15]καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα, καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος· κἂν ἁμαρτίας ᾖ πεποιηκώς, ἀφεθήσεται αὐτῷ. |
[16]Knowledge your faultes one to another, and pray one for another, that ye may be healed: For ye feruent prayer of a ryghteous man auayleth much |
[16]ἐξομολογεῖσθε ἀλλήλοις τὰ παραπτώματα, καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε· πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη. |
[17]Elias was a man vnder infirmities euen as we are, and he prayed in his prayer that it myght not rayne: and it rayned not on the earth by the space of three yeres and sixe monethes |
[17]᾿Ηλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν, καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι, καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ· |
[18]And he prayed againe, and the heauen gaue rayne, & the earth brought foorth her fruite |
[18]καὶ πάλιν προσηύξατο, καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκε καὶ ἡ γῆ ἐβλάστησε τὸν καρπὸν αὐτῆς. |
[19]Brethren, yf any of you do erre from the trueth, and another conuert hym |
[19]᾿Αδελφοί, ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας, καὶ ἐπιστρέψῃ τις αὐτόν, |
[20]Let the same knowe, that he which conuerteth the sinner from going astray out of his way, shall saue a soule from death, and shall hyde the multitude of sinnes |
[20]γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν. |