«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]These now are the nations which the Lord left, that he might prove Israel by them ( even as many of Israel as had not known all the wars of Canaan, [1]καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ισραηλ πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους χανααν
[2]Only to make the generations of the children of Israel to know, and to teach them war, which doubtless their predecessors knew not) [2]πλὴν διὰ τὰς γενεὰς υἱῶν ισραηλ τοῦ διδάξαι αὐτοὺς πόλεμον πλὴν οἱ ἔμπροσθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά
[3]Five princes of the Philistines, and all the Canaanites, and the Sidonians, and the Hivites that dwelt in mount Lebanon, from mount Baal-hermon until one come to Hamath. [3]τὰς πέντε σατραπείας τῶν ἀλλοφύλων καὶ πάντα τὸν χαναναῖον καὶ τὸν σιδώνιον καὶ τὸν ευαῖον τὸν κατοικοῦντα τὸν λίβανον ἀπὸ τοῦ ὄρους τοῦ αερμων ἕως λαβωεμαθ
[4]And these remained to prove Israel by them, to wit, whether they would obey the commandments of the Lord, which he commanded their fathers by the hand of Moses. [4]καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν ισραηλ γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ μωυσῆ
[5]And the children of Israel dwelt among the Canaanites, the Hittites, and the Amorites, and the Perizzites, and the Hivites, and the Jebusites, [5]καὶ οἱ υἱοὶ ισραηλ κατῴκησαν ἐν μέσῳ τοῦ χαναναίου καὶ τοῦ χετταίου καὶ τοῦ αμορραίου καὶ τοῦ φερεζαίου καὶ τοῦ ευαίου καὶ τοῦ ιεβουσαίου
[6]And they took their daughters to be their wives, and gave their daughters to their sons, and served their gods. [6]καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν
[7]So the children of Israel did wickedly in the sight of the Lord, and forget the Lord their God, and served Baalim, and Asheroth. [7]καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἐλάτρευσαν τοῖς βααλιμ καὶ τοῖς ἄλσεσιν
[8]Therefore the wrath of the Lord was kindled against Israel, and he sold them into the hand of Chushan-rishathaim king of Aram-naharaim, and the children of Israel served Chushan-rishathaim eight years. [8]καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ χουσαρσαθαιμ βασιλέως συρίας ποταμῶν καὶ ἐδούλευσαν οἱ υἱοὶ ισραηλ τῷ χουσαρσαθαιμ ἔτη ὀκτώ
[9]And when the children of Israel cried unto the Lord, the Lord stirred up a savior to the children of Israel, and he saved them , even Othniel the son of Kenaz, Caleb's younger brother. [9]καὶ ἐκέκραξαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον καὶ ἤγειρεν κύριος σωτῆρα τῷ ισραηλ καὶ ἔσωσεν αὐτούς τὸν γοθονιηλ υἱὸν κενεζ ἀδελφοῦ χαλεβ τὸν νεώτερον ὑπὲρ αὐτόν
[10]And the spirit of the Lord came upon him, and he judged Israel, and went out to war: and the Lord delivered Chushan-rishathaim king of Aram into his hand, and his hand prevailed against Chushan-rishathaim. [10]καὶ ἐγένετο ἐπ αὐτὸν πνεῦμα κυρίου καὶ ἔκρινεν τὸν ισραηλ καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς χουσαρσαθαιμ καὶ παρέδωκεν κύριος ἐν χειρὶ αὐτοῦ τὸν χουσαρσαθαιμ βασιλέα συρίας ποταμῶν καὶ ἐκραταιώθη ἡ χεὶρ αὐτοῦ ἐπὶ τὸν χουσαρσαθαιμ
[11]So the land had rest forty years, and Othniel the son of Kenaz died. [11]καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη καὶ ἀπέθανεν γοθονιηλ υἱὸς κενεζ
[12]Then the children of Israel again committed wickedness in the sight of the Lord: and the Lord strengthened Eglon king of Moab against Israel, because they had committed wickedness before the Lord. [12]καὶ προσέθεντο οἱ υἱοὶ ισραηλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐνίσχυσεν κύριος τὸν εγλωμ βασιλέα μωαβ ἐπὶ τὸν ισραηλ διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι κυρίου
[13]And he gathered unto him the children of Ammon, and Amalek, and went and smote Israel, and they possessed the city of palm trees. [13]καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς αμμων καὶ αμαληκ καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν ισραηλ καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων
[14]So the children of Israel served Eglon king of Moab eighteen years. [14]καὶ ἐδούλευσαν οἱ υἱοὶ ισραηλ τῷ εγλωμ βασιλεῖ μωαβ ἔτη δέκα ὀκτώ
[15]But when the children of Israel cried unto the Lord, the Lord stirred them up a savior, Ehud the son of Gera the son of Jemini, a man lame of his right hand: and the children of Israel sent a present by him unto Eglon king of Moab. [15]καὶ ἐκέκραξαν οἱ υἱοὶ ισραηλ πρὸς κύριον καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν αωδ υἱὸν γηρα υἱὸν τοῦ ιεμενι ἄνδρα ἀμφοτεροδέξιον καὶ ἐξαπέστειλαν οἱ υἱοὶ ισραηλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ εγλωμ βασιλεῖ μωαβ
[16]And Ehud made him a dagger with two edges of a cubit length, and he did gird it under his raiment upon his right thigh, [16]καὶ ἐποίησεν ἑαυτῷ αωδ μάχαιραν δίστομον σπιθαμῆς τὸ μῆκος αὐτῆς καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ
[17]And he presented the gift unto Eglon king of Moab (and Eglon was a very fat man) [17]καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα τῷ εγλωμ βασιλεῖ μωαβ καὶ εγλωμ ἀνὴρ ἀστεῖος σφόδρα
[18]And when he had now presented the present, he sent away the people that bear the present, [18]καὶ ἐγένετο ἡνίκα συνετέλεσεν αωδ προσφέρων τὰ δῶρα καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα
[19]But he turned again from the quarries, that were by Gilgal, and said, I have a secret errand unto thee, O king. Who said, Keep silence: and all that stood about him, went out from him. [19]καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς γαλγαλ καὶ εἶπεν αωδ λόγος μοι κρύφιος πρὸς σέ βασιλεῦ καὶ εἶπεν εγλωμ πρὸς αὐτόν σιώπα καὶ ἐξαπέστειλεν ἀφ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ αὐτόν
[20]Then Ehud came unto him. (and he sat alone in a summer parlor, which he had) and Ehud said, I have a message unto thee from God. Then he arose out of his throne, [20]καὶ αωδ εἰσῆλθεν πρὸς αὐτόν καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος καὶ εἶπεν αωδ λόγος θεοῦ μοι πρὸς σέ βασιλεῦ καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου εγλωμ ἐγγὺς αὐτοῦ
[21]And Ehud put forth his left hand, and took the dagger from his right thigh, and thrust it into his belly, [21]καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτὸν καὶ ἐξέτεινεν αωδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ
[22]So that the haft went in after the blade, and the fat closed about the blade, so that he could not draw the dagger out of his belly, but the dirt came out. [22]καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ καὶ ἐξῆλθεν αωδ τὴν προστάδα
[23]Then Ehud gat him out into the porch, and shut the doors of the parlor upon him, and locked them. [23]καὶ ἐξῆλθεν τοὺς διατεταγμένους καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ αὐτοῦ καὶ ἐσφήνωσεν
[24]And when he was gone out, his servants came: who seeing that the doors of the parlor were locked, they said, Surely he doth his easement in his summer chamber. [24]καὶ αὐτὸς ἐξῆλθεν καὶ οἱ παῖδες αὐτοῦ εἰσῆλθον καὶ εἶδον καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι καὶ εἶπαν μήποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμιείῳ τῷ θερινῷ
[25]And they tarried till they were ashamed: and seeing he opened not the doors of the parlor, they took the key, and opened them, and behold, their lord was fallen dead on the earth. [25]καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς
[26]So Ehud escaped (while they tarried) and was passed the quarries, and escaped unto Seirah. [26]καὶ αωδ διεσώθη ἕως ἐθορυβοῦντο καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς σετιρωθα
[27]And when he came home, he blew a trumpet in mount Ephraim, and the children of Israel went down with him from the mountain, and he went before them. [27]καὶ ἐγένετο ἡνίκα ἦλθεν αωδ εἰς γῆν ισραηλ καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει εφραιμ καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ ισραηλ ἀπὸ τοῦ ὄρους καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν
[28]Then said he unto them, Follow me: for the Lord hath delivered your enemies , even Moab into your hand. So they went down after him, and took the passages of Jordan toward Moab, and suffered not a man to pass over. [28]καὶ εἶπεν πρὸς αὐτούς κατάβητε ὀπίσω μου ὅτι παρέδωκεν κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν τὴν μωαβ ἐν χειρὶ ἡμῶν καὶ κατέβησαν ὀπίσω αὐτοῦ καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ ιορδάνου τῆς μωαβ καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι
[29]And they slew of the Moabites the same time about ten thousand men, all fed men, and all were warriors, and there escaped not a man. [29]καὶ ἐπάταξαν τὴν μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως καὶ οὐ διεσώθη ἀνήρ
[30]So Moab was subdued that day, under the hand of Israel: and the land had rest fourscore years. [30]καὶ ἐνετράπη μωαβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα ισραηλ καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη καὶ ἔκρινεν αὐτοὺς αωδ ἕως οὗ ἀπέθανεν
[31]And after him was Shamgar the son of Anath, which slew of the Philistines six hundred men with an ox goad, and he also delivered Israel. [31]καὶ μετ αὐτὸν ἀνέστη σαμεγαρ υἱὸς διναχ καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς ἑξακοσίους ἄνδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν καὶ ἔσωσεν καί γε αὐτὸς τὸν ισραηλ
Source: archive.org
Source: sacred-texts.org
Top