The Septuagint
LXX
➕
←
Job
Job
16
→
[
1
]
ὑπολαβὼν
δὲ ιωβ λέγει
[
2
]
ἀκήκοα
τοιαῦτα πολλά παρακλήτορες κακῶν πάντες
[
3
]
τί
γάρ μὴ τάξις ἐστὶν ῥήμασιν πνεύματος ἢ τί παρενοχλήσει σοι ὅτι ἀποκρίνῃ
[
4
]
κἀγὼ
καθ ὑμᾶς λαλήσω εἰ ὑπέκειτό γε ἡ ψυχὴ ὑμῶν ἀντὶ τῆς ἐμῆς εἶτ ἐναλοῦμαι ὑμῖν ῥήμασιν κινήσω δὲ καθ ὑμῶν κεφαλήν
[
5
]
εἴη
δὲ ἰσχὺς ἐν τῷ στόματί μου κίνησιν δὲ χειλέων οὐ φείσομαι
[
6
]
ἐὰν
γὰρ λαλήσω οὐκ ἀλγήσω τὸ τραῦμα ἐὰν δὲ καὶ σιωπήσω τί ἔλαττον τρωθήσομαι
[
7
]
νῦν
δὲ κατάκοπόν με πεποίηκεν μωρόν σεσηπότα
[
8
]
καὶ
ἐπελάβου μου εἰς μαρτύριον ἐγενήθη καὶ ἀνέστη ἐν ἐμοὶ τὸ ψεῦδός μου κατὰ πρόσωπόν μου ἀνταπεκρίθη
[
9
]
ὀργῇ
χρησάμενος κατέβαλέν με ἔβρυξεν ἐπ ἐμὲ τοὺς ὀδόντας βέλη πειρατῶν αὐτοῦ ἐπ ἐμοὶ ἔπεσεν
[
10
]
ἀκίσιν
ὀφθαλμῶν ἐνήλατο ὀξεῖ ἔπαισέν με εἰς σιαγόνα ὁμοθυμαδὸν δὲ κατέδραμον ἐπ ἐμοί
[
11
]
παρέδωκεν
γάρ με ὁ κύριος εἰς χεῖρας ἀδίκου ἐπὶ δὲ ἀσεβέσιν ἔρριψέν με
[
12
]
εἰρηνεύοντα
διεσκέδασέν με λαβών με τῆς κόμης διέτιλεν κατέστησέν με ὥσπερ σκοπόν
[
13
]
ἐκύκλωσάν
με λόγχαις βάλλοντες εἰς νεφρούς μου οὐ φειδόμενοι ἐξέχεαν εἰς τὴν γῆν τὴν χολήν μου
[
14
]
κατέβαλόν
με πτῶμα ἐπὶ πτώματι ἔδραμον πρός με δυνάμενοι
[
15
]
σάκκον
ἔρραψα ἐπὶ βύρσης μου τὸ δὲ σθένος μου ἐν γῇ ἐσβέσθη
[
16
]
ἡ
γαστήρ μου συγκέκαυται ἀπὸ κλαυθμοῦ ἐπὶ δὲ βλεφάροις μου σκιά
[
17
]
ἄδικον
δὲ οὐδὲν ἦν ἐν χερσίν μου εὐχὴ δέ μου καθαρά
[
18
]
γῆ
μὴ ἐπικαλύψῃς ἐφ αἵματι τῆς σαρκός μου μηδὲ εἴη τόπος τῇ κραυγῇ μου
[
19
]
καὶ
νῦν ἰδοὺ ἐν οὐρανοῖς ὁ μάρτυς μου ὁ δὲ συνίστωρ μου ἐν ὑψίστοις
[
20
]
ἀφίκοιτό
μου ἡ δέησις πρὸς κύριον ἔναντι δὲ αὐτοῦ στάζοι μου ὁ ὀφθαλμός
[
21
]
εἴη
δὲ ἔλεγχος ἀνδρὶ ἔναντι κυρίου καὶ υἱὸς ἀνθρώπου τῷ πλησίον αὐτοῦ
[
22
]
ἔτη
δὲ ἀριθμητὰ ἥκασιν ὁδῷ δέ ᾗ οὐκ ἐπαναστραφήσομαι πορεύσομαι
Credit
Source:
sacred-texts.org
Top