|
[1]ὑπολαβὼν δὲ σωφαρ ὁ μιναῖος λέγει |
[1]ויען צפר הנעמתי ויאמר |
[2]οὐχ οὕτως ὑπελάμβανον ἀντερεῖν σε ταῦτα καὶ οὐχὶ συνίετε μᾶλλον ἢ καὶ ἐγώ |
[2]לכן שעפי ישיבוני ובעבור חושי בי |
[3]παιδείαν ἐντροπῆς μου ἀκούσομαι καὶ πνεῦμα ἐκ τῆς συνέσεως ἀποκρίνεταί μοι |
[3]מוסר כלמתי אשמע ורוח מבינתי יענני |
[4]μὴ ταῦτα ἔγνως ἀπὸ τοῦ ἔτι ἀφ οὗ ἐτέθη ἄνθρωπος ἐπὶ τῆς γῆς |
[4]הזאת ידעת מני־עד מני שים אדם עלי־ארץ |
[5]εὐφροσύνη γὰρ ἀσεβῶν πτῶμα ἐξαίσιον χαρμονὴ δὲ παρανόμων ἀπώλεια |
[5]כי רננת רשעים מקרוב ושמחת חנף עדי־רגע |
[6]ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται |
[6]אם־יעלה לשמים שיאו וראשו לעב יגיע |
[7]ὅταν γὰρ δοκῇ ἤδη κατεστηρίχθαι τότε εἰς τέλος ἀπολεῖται οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσιν ποῦ ἐστιν |
[7]כגללו לנצח יאבד ראיו יאמרו איו |
[8]ὥσπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὑρεθῇ ἔπτη δὲ ὥσπερ φάσμα νυκτερινόν |
[8]כחלום יעוף ולא ימצאהו וידד כחזיון לילה |
[9]ὀφθαλμὸς παρέβλεψεν καὶ οὐ προσθήσει καὶ οὐκέτι προσνοήσει αὐτὸν ὁ τόπος αὐτοῦ |
[9]עין שזפתו ולא תוסיף ולא־עוד תשורנו מקומו |
[10]τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας |
[10]בניו ירצו דלים וידיו תשבנה אונו |
[11]ὀστᾶ αὐτοῦ ἐνεπλήσθησαν νεότητος αὐτοῦ καὶ μετ αὐτοῦ ἐπὶ χώματος κοιμηθήσεται |
[11]עצמותיו מלאו עלומו ועמו על־עפר תשכב |
[12]ἐὰν γλυκανθῇ ἐν στόματι αὐτοῦ κακία κρύψει αὐτὴν ὑπὸ τὴν γλῶσσαν αὐτοῦ |
[12]אם־תמתיק בפיו רעה יכחידנה תחת לשנו |
[13]οὐ φείσεται αὐτῆς καὶ οὐκ ἐγκαταλείψει αὐτὴν καὶ συνέξει αὐτὴν ἐν μέσῳ τοῦ λάρυγγος αὐτοῦ |
[13]יחמל עליה ולא יעזבנה וימנענה בתוך חכו |
[14]καὶ οὐ μὴ δυνηθῇ βοηθῆσαι ἑαυτῷ χολὴ ἀσπίδος ἐν γαστρὶ αὐτοῦ |
[14]לחמו במעיו נהפך מרורת פתנים בקרבו |
[15]πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεσθήσεται ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος |
[15]חיל בלע ויקאנו מבטנו ירשנו אל |
[16]θυμὸν δὲ δρακόντων θηλάσειεν ἀνέλοι δὲ αὐτὸν γλῶσσα ὄφεως |
[16]ראש־פתנים יינק תהרגהו לשון אפעה |
[17]μὴ ἴδοι ἄμελξιν νομάδων μηδὲ νομὰς μέλιτος καὶ βουτύρου |
[17]אל־ירא בפלגות נהרי נחלי דבש וחמאה |
[18]εἰς κενὰ καὶ μάταια ἐκοπίασεν πλοῦτον ἐξ οὗ οὐ γεύσεται ὥσπερ στρίφνος ἀμάσητος ἀκατάποτος |
[18]משיב יגע ולא יבלע כחיל תמורתו ולא יעלס |
[19]πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασεν δίαιταν δὲ ἥρπασεν καὶ οὐκ ἔστησεν |
[19]כי־רצץ עזב דלים בית גזל ולא יבנהו |
[20]οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ σωθήσεται |
[20]כי לא־ידע שלו בבטנו בחמודו לא ימלט |
[21]οὐκ ἔστιν ὑπόλειμμα τοῖς βρώμασιν αὐτοῦ διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά |
[21]אין־שריד לאכלו על־כן לא־יחיל טובו |
[22]ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι θλιβήσεται πᾶσα δὲ ἀνάγκη ἐπ αὐτὸν ἐπελεύσεται |
[22]במלאות שפקו יצר לו כל־יד עמל תבאנו |
[23]εἴ πως πληρώσαι γαστέρα αὐτοῦ ἐπαποστείλαι ἐπ αὐτὸν θυμὸν ὀργῆς νίψαι ἐπ αὐτὸν ὀδύνας |
[23]יהי למלא בטנו־ישלח־בו חרון אפו וימטר עלימו בלחומו |
[24]καὶ οὐ μὴ σωθῇ ἐκ χειρὸς σιδήρου τρώσαι αὐτὸν τόξον χάλκειον |
[24]יברח מנשק ברזל תחלפהו קשת נחושה |
[25]διεξέλθοι δὲ διὰ σώματος αὐτοῦ βέλος ἀστραπαὶ δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν ἐπ αὐτῷ φόβοι |
[25]שלף ויצא מגוה וברק ממררתו יהלך עליו אמים |
[26]πᾶν δὲ σκότος αὐτῷ ὑπομείναι κατέδεται αὐτὸν πῦρ ἄκαυστον κακώσαι δὲ αὐτοῦ ἐπήλυτος τὸν οἶκον |
[26]כל־חשך טמון לצפוניו תאכלהו אש לא־נפח ירע שריד באהלו |
[27]ἀνακαλύψαι δὲ αὐτοῦ ὁ οὐρανὸς τὰς ἀνομίας γῆ δὲ ἐπανασταίη αὐτῷ |
[27]יגלו שמים עונו וארץ מתקוממה לו |
[28]ἑλκύσαι τὸν οἶκον αὐτοῦ ἀπώλεια εἰς τέλος ἡμέρα ὀργῆς ἐπέλθοι αὐτῷ |
[28]יגל יבול ביתו נגרות ביום אפו |
[29]αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ κυρίου καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου |
[29]זה חלק־אדם רשע־מאלהים ונחלת אמרו מאל |