|
[1]ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν ιωβ ἦν γὰρ ιωβ δίκαιος ἐναντίον αὐτῶν |
[No book] |
[2]ὠργίσθη δὲ ελιους ὁ τοῦ βαραχιηλ ὁ βουζίτης ἐκ τῆς συγγενείας ραμ τῆς αυσίτιδος χώρας ὠργίσθη δὲ τῷ ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου |
[No book] |
[3]καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ |
[No book] |
[4]ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν ιωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις |
[No book] |
[5]καὶ εἶδεν ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ |
[No book] |
[6]ὑπολαβὼν δὲ ελιους ὁ τοῦ βαραχιηλ ὁ βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ ὑμεῖς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην |
[No book] |
[7]εἶπα δὲ ὅτι ὁ χρόνος ἐστὶν ὁ λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν |
[No book] |
[8]ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς πνοὴ δὲ παντοκράτορός ἐστιν ἡ διδάσκουσα |
[No book] |
[9]οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ οἱ γέροντες οἴδασιν κρίμα |
[No book] |
[10]διὸ εἶπα ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν ἃ οἶδα |
[No book] |
[11]ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους |
[No book] |
[12]καὶ μέχρι ὑμῶν συνήσω καὶ ἰδοὺ οὐκ ἦν τῷ ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν |
[No book] |
[13]ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι |
[No book] |
[14]ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα |
[No book] |
[15]ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους |
[No book] |
[16]ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν |
[No book] |
[17]ὑπολαβὼν δὲ ελιους λέγει |
[No book] |
[18]πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός |
[No book] |
[19]ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ἢ ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς |
[No book] |
[20]λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη |
[No book] |
[21]ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ |
[No book] |
[22]οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ σῆτες ἔδονται |
[No book] |