|
[1]προσθεὶς δὲ ελιους ἔτι λέγει |
[No book] |
[2]μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις |
[No book] |
[3]ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ |
[No book] |
[4]ἐπ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα ἀδίκως συνίεις |
[No book] |
[5]γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον δυνατὸς ἰσχύι καρδίας |
[No book] |
[6]ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει |
[No book] |
[7]οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νεῖκος καὶ ὑψωθήσονται |
[No book] |
[8]καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας |
[No book] |
[9]καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν ὅτι ἰσχύσουσιν |
[No book] |
[10]ἀλλὰ τοῦ δικαίου εἰσακούσεται καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας |
[No book] |
[11]ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις |
[No book] |
[12]ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν |
[No book] |
[13]καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν οὐ βοήσονται ὅτι ἔδησεν αὐτούς |
[No book] |
[14]ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων |
[No book] |
[15]ἀνθ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον κρίμα δὲ πραέων ἐκθήσει |
[No book] |
[16]καὶ προσέτι ἠπάτησέν σε ἐκ στόματος ἐχθροῦ ἄβυσσος κατάχυσις ὑποκάτω αὐτῆς καὶ κατέβη τράπεζά σου πλήρης πιότητος |
[No book] |
[17]οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα |
[No book] |
[18]θυμὸς δὲ ἐπ ἀσεβεῖς ἔσται δι ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπ ἀδικίαις |
[No book] |
[19]μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν |
[No book] |
[20]μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ αὐτῶν |
[No book] |
[21]ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας |
[No book] |
[22]ἰδοὺ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ τίς γάρ ἐστιν κατ αὐτὸν δυνάστης |
[No book] |
[23]τίς δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργα ἢ τίς ὁ εἴπας ἔπραξεν ἄδικα |
[No book] |
[24]μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα ὧν ἦρξαν ἄνδρες |
[No book] |
[25]πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί |
[No book] |
[26]ἰδοὺ ὁ ἰσχυρὸς πολύς καὶ οὐ γνωσόμεθα ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος |
[No book] |
[27]ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην |
[No book] |
Fatal error: Uncaught TypeError: get_verse(): Argument #5 ($T) must be of type string, array given, called in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 610 and defined in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc:120
Stack trace:
#0 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc(610): get_verse(1, 'Job', 36, 28, Array, 0, Array)
#1 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc(431): require('/var/www/vhosts...')
#2 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php(112): require('/var/www/vhosts...')
#3 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php(20): require('/var/www/vhosts...')
#4 {main}
thrown in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 120