The Septuagint
LXX
➕
←
Job
Job
39
→
[
1
]
εἰ
ἔγνως καιρὸν τοκετοῦ τραγελάφων πέτρας ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων
[
2
]
ἠρίθμησας
δὲ αὐτῶν μῆνας πλήρεις τοκετοῦ ὠδῖνας δὲ αὐτῶν ἔλυσας
[
3
]
ἐξέθρεψας
δὲ αὐτῶν τὰ παιδία ἔξω φόβου ὠδῖνας αὐτῶν ἐξαποστελεῖς
[
4
]
ἀπορρήξουσιν
τὰ τέκνα αὐτῶν πληθυνθήσονται ἐν γενήματι ἐξελεύσονται καὶ οὐ μὴ ἀνακάμψουσιν αὐτοῖς
[
5
]
τίς
δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν
[
6
]
ἐθέμην
δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον καὶ τὰ σκηνώματα αὐτοῦ ἁλμυρίδα
[
7
]
καταγελῶν
πολυοχλίας πόλεως μέμψιν δὲ φορολόγου οὐκ ἀκούων
[
8
]
κατασκέψεται
ὄρη νομὴν αὐτοῦ καὶ ὀπίσω παντὸς χλωροῦ ζητεῖ
[
9
]
βουλήσεται
δέ σοι μονόκερως δουλεῦσαι ἢ κοιμηθῆναι ἐπὶ φάτνης σου
[
10
]
δήσεις
δὲ ἐν ἱμᾶσι ζυγὸν αὐτοῦ ἢ ἑλκύσει σου αὔλακας ἐν πεδίῳ
[
11
]
πέποιθας
δὲ ἐπ αὐτῷ ὅτι πολλὴ ἡ ἰσχὺς αὐτοῦ ἐπαφήσεις δὲ αὐτῷ τὰ ἔργα σου
[
12
]
πιστεύσεις
δὲ ὅτι ἀποδώσει σοι τὸν σπόρον εἰσοίσει δέ σου τὸν ἅλωνα
[
13
]
πτέρυξ
τερπομένων νεελασα ἐὰν συλλάβῃ ασιδα καὶ νεσσα
[
14
]
ὅτι
ἀφήσει εἰς γῆν τὰ ᾠὰ αὐτῆς καὶ ἐπὶ χοῦν θάλψει
[
15
]
καὶ
ἐπελάθετο ὅτι ποὺς σκορπιεῖ καὶ θηρία ἀγροῦ καταπατήσει
[
16
]
ἀπεσκλήρυνεν
τὰ τέκνα αὐτῆς ὥστε μὴ ἑαυτῇ εἰς κενὸν ἐκοπίασεν ἄνευ φόβου
[
17
]
ὅτι
κατεσιώπησεν αὐτῇ ὁ θεὸς σοφίαν καὶ οὐκ ἐμέρισεν αὐτῇ ἐν τῇ συνέσει
[
18
]
κατὰ
καιρὸν ἐν ὕψει ὑψώσει καταγελάσεται ἵππου καὶ τοῦ ἐπιβάτου αὐτοῦ
[
19
]
ἦ
σὺ περιέθηκας ἵππῳ δύναμιν ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον
[
20
]
περιέθηκας
δὲ αὐτῷ πανοπλίαν δόξαν δὲ στηθέων αὐτοῦ τόλμῃ
[
21
]
ἀνορύσσων
ἐν πεδίῳ γαυριᾷ ἐκπορεύεται δὲ εἰς πεδίον ἐν ἰσχύι
[
22
]
συναντῶν
βέλει καταγελᾷ καὶ οὐ μὴ ἀποστραφῇ ἀπὸ σιδήρου
[
23
]
ἐπ
αὐτῷ γαυριᾷ τόξον καὶ μάχαιρα
[
24
]
καὶ
ὀργῇ ἀφανιεῖ τὴν γῆν καὶ οὐ μὴ πιστεύσῃ ἕως ἂν σημάνῃ σάλπιγξ
[
25
]
σάλπιγγος
δὲ σημαινούσης λέγει εὖγε πόρρωθεν δὲ ὀσφραίνεται πολέμου σὺν ἅλματι καὶ κραυγῇ
[
26
]
ἐκ
δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ ἀναπετάσας τὰς πτέρυγας ἀκίνητος καθορῶν τὰ πρὸς νότον
[
27
]
ἐπὶ
δὲ σῷ προστάγματι ὑψοῦται ἀετός γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς αὐλίζεται
[
28
]
ἐπ
ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ
[
29
]
ἐκεῖσε
ὢν ζητεῖ τὰ σῖτα πόρρωθεν οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσιν
[
30
]
νεοσσοὶ
δὲ αὐτοῦ φύρονται ἐν αἵματι οὗ δ ἂν ὦσι τεθνεῶτες παραχρῆμα εὑρίσκονται
Credit
Source:
sacred-texts.org
Top