«
The Septuagint
LXX
Webster Bible (1833)
Web
[1]καὶ ἀπεκρίθη κύριος ὁ θεὸς τῷ ιωβ καὶ εἶπεν [1]Moreover, the LORD answered Job, and said,
[2]μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν [2]Shall he that contendeth with the Almighty instruct him? he that reproveth God, let him answer it.
[3]ὑπολαβὼν δὲ ιωβ λέγει τῷ κυρίῳ [3]Then Job answered the LORD, and said,
[4]τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα χεῖρα θήσω ἐπὶ στόματί μου [4]Behold, I am vile; what shall I answer thee? I will lay my hand upon my mouth.
[5]ἅπαξ λελάληκα ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω [5]Once have I spoken; but I will not answer: yes, twice; but I will proceed no further.
[6]ἔτι δὲ ὑπολαβὼν ὁ κύριος εἶπεν τῷ ιωβ ἐκ τοῦ νέφους [6]Then the LORD answered Job out of the whirlwind, and said,
[7]μή ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου ἐρωτήσω δέ σε σὺ δέ μοι ἀποκρίθητι [7]Gird up thy loins now like a man: I will demand of thee, and declare thou to me.
[8]μὴ ἀποποιοῦ μου τὸ κρίμα οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος [8]Wilt thou also disannul my judgment? wilt thou condemn me, that thou mayest be righteous?
[9]ἦ βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου ἢ φωνῇ κατ αὐτὸν βροντᾷς [9]Hast thou an arm like God? or canst thou thunder with a voice like his?
[10]ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι [10]Deck thyself now with majesty and excellence; and array thyself with glory and beauty.
[11]ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ πᾶν δὲ ὑβριστὴν ταπείνωσον [11]Cast abroad the rage of thy wrath: and behold every one that is proud, and abase him.
[12]ὑπερήφανον δὲ σβέσον σῆψον δὲ ἀσεβεῖς παραχρῆμα [12]Look on every one that is proud, and bring him low; and tread down the wicked in their place.
[13]κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον [13]Hide them in the dust together; bind their faces in secret.
[14]ὁμολογήσω ἄρα ὅτι δύναται ἡ δεξιά σου σῶσαι [14]Then will I also confess to thee that thy own right hand can save thee.
[15]ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί χόρτον ἴσα βουσὶν ἐσθίει [15]Behold now behemoth, which I made with thee; he eateth grass as an ox.
[16]ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ ὀσφύι ἡ δὲ δύναμις ἐπ ὀμφαλοῦ γαστρός [16]Lo now, his strength is in his loins, and his force is in the navel of his belly.
[17]ἔστησεν οὐρὰν ὡς κυπάρισσον τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται [17]He moveth his tail like a cedar: the sinews of his male organs are wrapped together.
[18]αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι ἡ δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός [18]His bones are as strong pieces of brass; his bones are like bars of iron.
[19]τοῦτ ἔστιν ἀρχὴ πλάσματος κυρίου πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ [19]He is the chief of the ways of God: he that made him can make his sword to approach him.
[20]ἐπελθὼν δὲ ἐπ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ ταρτάρῳ [20]Surely the mountains bring him forth food, where all the beasts of the field play.
[21]ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον [21]He lieth under the shady trees, in the covert of the reed, and fens.
[22]σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου [22]The shady trees cover him with their shadow; the willows of the brook encompass him.
[23]ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ πέποιθεν ὅτι προσκρούσει ὁ ιορδάνης εἰς τὸ στόμα αὐτοῦ [23]Behold, he drinketh up a river, and hasteth not: he trusteth that he can draw up Jordan into his mouth.
[24]ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν ἐνσκολιευόμενος τρήσει ῥῖνα [24]He taketh it with his eyes: his nose pierceth through snares.
[25]ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ 25[No verse]
[26]εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ 26[No verse]
[27]λαλήσει δέ σοι δεήσει ἱκετηρίᾳ μαλακῶς 27[No verse]
[28]θήσεται δὲ διαθήκην μετὰ σοῦ λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον 28[No verse]
[29]παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ ἢ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ 29[No verse]
[30]ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη 30[No verse]
[31]πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ 31[No verse]
[32]ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ καὶ μηκέτι γινέσθω 32[No verse]
Source: sacred-texts.org
Source: unbound.biola.edu

See information...
Top