«
SBL Greek NT (2010)
SBL
Wycliffe's English Translation (1388)
Wyc
[1]Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. [1]These thingis Y haue spokun to you, that ye be not sclaundrid.
[2]ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλʼ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ. [2]Thei schulen make you with outen the synagogis, but the our cometh, that ech man that sleeth you, deme that he doith seruyce to God.
[3]καὶ ταῦτα ποιήσουσιν ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ. [3]And thei schulen do to you these thingis, for thei han not knowun the fadir, nether me.
[4]ἀλλὰ ταῦτα λελάληκα ὑμῖν ἵνα ὅταν ἔλθῃ ἡ ὥρα ⸀αὐτῶν μνημονεύητε ⸁αὐτῶν ὅτι ἐγὼ εἶπον ὑμῖν. Ταῦτα δὲ ὑμῖν ἐξ ἀρχῆς οὐκ εἶπον, ὅτι μεθʼ ὑμῶν ἤμην. [4]But these thingis Y spak to you, that whanne the our `of hem schal come, ye haue mynde, that Y seide to you.
[5]νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με· Ποῦ ὑπάγεις; [5]Y seide not to you these thingis fro the bigynnyng, for Y was with you. And now Y go to hym that sente me, and no man of you axith me, Whidur `thou goist?
[6]ἀλλʼ ὅτι ταῦτα λελάληκα ὑμῖν ἡ λύπη πεπλήρωκεν ὑμῶν τὴν καρδίαν. [6]but for Y haue spokun to you these thingis, heuynesse hath fulfillid youre herte.
[7]ἀλλʼ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν ⸀γὰρ μὴ ἀπέλθω, ὁ παράκλητος ⸂οὐ μὴ ἔλθῃ⸃ πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς. [7]But Y seie to you treuthe, it spedith to you, that Y go; for if Y go not forth, the coumfortour schal not come to you; but if Y go forth, Y schal sende hym to you.
[8]καὶ ἐλθὼν ἐκεῖνος ἐλέγξει τὸν κόσμον περὶ ἁμαρτίας καὶ περὶ δικαιοσύνης καὶ περὶ κρίσεως· [8]And whanne he cometh, he schal repreue the world of synne, and of riytwisnesse, and of doom.
[9]περὶ ἁμαρτίας μέν, ὅτι οὐ πιστεύουσιν εἰς ἐμέ· [9]Of synne, for thei han not bileued in me;
[10]περὶ δικαιοσύνης δέ, ὅτι πρὸς τὸν ⸀πατέρα ὑπάγω καὶ οὐκέτι θεωρεῖτέ με· [10]and of riytwisnesse, for Y go to the fadir, and now ye schulen not se me;
[11]περὶ δὲ κρίσεως, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται. [11]but of doom, for the prince of this world is now demed.
[12]Ἔτι πολλὰ ἔχω ⸂ὑμῖν λέγειν⸃, ἀλλʼ οὐ δύνασθε βαστάζειν ἄρτι· [12]Yit Y haue many thingis for to seie to you, but ye moun not bere hem now.
[13]ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ πνεῦμα τῆς ἀληθείας, ὁδηγήσει ὑμᾶς ⸂ἐν τῇ ἀληθείᾳ πάσῃ⸃, οὐ γὰρ λαλήσει ἀφʼ ἑαυτοῦ, ἀλλʼ ὅσα ⸀ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. [13]But whanne thilke spirit of treuthe cometh, he schal teche you al trewthe; for he schal not speke of hym silf, but what euer thinges he schal here, he schal speke; and he schal telle to you tho thingis that ben to come.
[14]ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήμψεται καὶ ἀναγγελεῖ ὑμῖν. [14]He schal clarifie me, for of myne he schal take, and schal telle to you.
[15]πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν· διὰ τοῦτο εἶπον ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. [15]Alle thingis `whiche euer the fadir hath, ben myne; therfor Y seide to you, for of myne he schal take, and schal telle to you.
[16]Μικρὸν καὶ ⸀οὐκέτι θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ ⸀με. [16]A litil, and thanne ye schulen not se me; and eftsoone a litil, and ye schulen se me, for Y go to the fadir.
[17]εἶπαν οὖν ἐκ τῶν μαθητῶν αὐτοῦ πρὸς ἀλλήλους· Τί ἐστιν τοῦτο ὃ λέγει ἡμῖν· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; καί· ⸀Ὅτι ὑπάγω πρὸς τὸν πατέρα; [17]Therfor summe of hise disciplis seiden togidere, What is this thing that he seith to vs, A litil, and ye schulen not se me; and eftsoone a litil, and ye schulen se me, for Y go to the fadir?
[18]ἔλεγον οὖν· ⸂Τί ἐστιν τοῦτο⸃ ὃ ⸀λέγει μικρόν; οὐκ οἴδαμεν τί λαλεῖ. [18]Therfor thei seiden, What is this that he seith to vs, A litil? we witen not what he spekith.
[19]⸀ἔγνω Ἰησοῦς ὅτι ἤθελον αὐτὸν ἐρωτᾶν, καὶ εἶπεν αὐτοῖς· Περὶ τούτου ζητεῖτε μετʼ ἀλλήλων ὅτι εἶπον· Μικρὸν καὶ οὐ θεωρεῖτέ με, καὶ πάλιν μικρὸν καὶ ὄψεσθέ με; [19]And Jhesus knew, that thei wolden axe hym, and he seide to hem, Of this thing ye seken among you, for Y seide, A litil, and ye schulen not se me; and eftsoone a litil, and ye schulen se me.
[20]ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι κλαύσετε καὶ θρηνήσετε ὑμεῖς, ὁ δὲ κόσμος χαρήσεται· ⸀ὑμεῖς λυπηθήσεσθε, ἀλλʼ ἡ λύπη ὑμῶν εἰς χαρὰν γενήσεται. [20]Treuli, treuli, Y seie to you, that ye schulen mourne and wepe, but the world schal haue ioye; and ye schulen be soreuful, but youre sorewe schal turne in to ioye.
[21]ἡ γυνὴ ὅταν τίκτῃ λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημονεύει τῆς θλίψεως διὰ τὴν χαρὰν ὅτι ἐγεννήθη ἄνθρωπος εἰς τὸν κόσμον. [21]A womman whanne sche berith child, hath heuynesse, for hir tyme is comun; but whanne sche hath borun a sone, now sche thenkith not on the peyne, for ioye, for a man is borun in to the world.
[22]καὶ ὑμεῖς οὖν ⸂νῦν μὲν λύπην⸃ ἔχετε· πάλιν δὲ ὄψομαι ὑμᾶς, καὶ χαρήσεται ὑμῶν ἡ καρδία, καὶ τὴν χαρὰν ὑμῶν οὐδεὶς ⸀αἴρει ἀφʼ ὑμῶν. [22]And therfor ye han now sorew, but eftsoone Y schal se you, and youre herte schal haue ioie, and no man schal take fro you youre ioie.
[23]καὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐμὲ οὐκ ἐρωτήσετε οὐδέν· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ⸂ἄν τι⸃ αἰτήσητε τὸν πατέρα ⸂δώσει ὑμῖν ἐν τῷ ὀνόματί μου⸃. [23]And in that day ye schulen not axe me ony thing; treuli, treuli, `Y seie to you, if ye axen the fadir ony thing in my name, he schal yyue to you.
[24]ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήμψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. [24]`Til now ye axiden no thing in my name; `axe ye, `and ye schulen take, that youre ioie be ful.
[25]Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ⸀ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ⸀ἀπαγγελῶ ὑμῖν. [25]Y haue spokun to you these thingis in prouerbis; the our cometh, whanne now Y schal not speke to you in prouerbis, but opynli of my fadir Y schal telle to you.
[26]ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε, καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· [26]In that dai ye schulen axe in my name; and Y seie not to you, that Y schal preye the fadir of you;
[27]αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ ⸀θεοῦ ἐξῆλθον. [27]for the fadir hym silf loueth you, for ye han loued me, and han bileued, that Y wente out fro God.
[28]ἐξῆλθον ⸀ἐκ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. [28]Y wente out fro the fadir, and Y cam in to the world; eftsoone Y leeue the world, and Y go to the fadir.
[29]⸀Λέγουσιν οἱ μαθηταὶ αὐτοῦ· Ἴδε νῦν ⸀ἐν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. [29]Hise disciplis seiden to hym, Lo! now thou spekist opynli, and thou seist no prouerbe.
[30]νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ· ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ θεοῦ ἐξῆλθες. [30]Now we witen, that thou wost alle thingis; and it is not nede to thee, that ony man axe thee. In this thing we bileuen, that thou wentist out fro God.
[31]ἀπεκρίθη ⸀αὐτοῖς Ἰησοῦς· Ἄρτι πιστεύετε; [31]Jhesus answeride to hem, Now ye bileuen.
[32]ἰδοὺ ἔρχεται ὥρα ⸀καὶ ἐλήλυθεν ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια κἀμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετʼ ἐμοῦ ἐστιν. [32]Lo! the our cometh, and now it cometh, that ye be disparplid, ech in to hise owne thingis, and that ye leeue me aloone; and Y am not aloone, for the fadir is with me.
[33]ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε· ἐν τῷ κόσμῳ θλῖψιν ἔχετε, ἀλλὰ θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. [33]These thingis Y haue spokun to you, that ye haue pees in me; in the world ye schulen haue disese, but trust ye, Y haue ouercomun the world.
Author: Michael W. Holmes (2010)
Source: www.sblgnt.com

See information...
Author: John Wycliffe (1328 – 1384)
Top