|
[1]Καὶ τῇ ⸂ἡμέρᾳ τῇ τρίτῃ⸃ γάμος ἐγένετο ἐν Κανὰ τῆς Γαλιλαίας, καὶ ἦν ἡ μήτηρ τοῦ Ἰησοῦ ἐκεῖ· |
[1]And the third day there was a marriage in Cana of Galilee; and the mother of Jesus was there: |
[2]ἐκλήθη δὲ καὶ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. |
[2]And both Jesus was called, and his disciples, to the marriage. |
[3]καὶ ὑστερήσαντος οἴνου λέγει ἡ μήτηρ τοῦ Ἰησοῦ πρὸς αὐτόν· Οἶνον οὐκ ἔχουσιν. |
[3]And when they wanted wine, the mother of Jesus saith unto him, They have no wine. |
[4]⸀καὶ λέγει αὐτῇ ὁ Ἰησοῦς· Τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἥκει ἡ ὥρα μου. |
[4]Jesus saith unto her, Woman, what have I to do with thee? mine hour is not yet come. |
[5]λέγει ἡ μήτηρ αὐτοῦ τοῖς διακόνοις· ⸂Ὅ τι⸃ ἂν λέγῃ ὑμῖν ποιήσατε. |
[5]His mother saith unto the servants, Whatsoever he saith unto you, do it. |
[6]ἦσαν δὲ ἐκεῖ ⸂λίθιναι ὑδρίαι⸃ ἓξ ⸂κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων κείμεναι⸃, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς. |
[6]And there were set there six waterpots of stone, after the manner of the purifying of the Jews, containing two or three firkins apiece. |
[7]λέγει αὐτοῖς ὁ Ἰησοῦς· Γεμίσατε τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω. |
[7]Jesus saith unto them, Fill the waterpots with water. And they filled them up to the brim. |
[8]καὶ λέγει αὐτοῖς· Ἀντλήσατε νῦν καὶ φέρετε τῷ ἀρχιτρικλίνῳ· ⸂οἱ δὲ⸃ ἤνεγκαν. |
[8]And he saith unto them, Draw out now, and bear unto the governor of the feast. And they bare it. |
[9]ὡς δὲ ἐγεύσατο ὁ ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν, οἱ δὲ διάκονοι ᾔδεισαν οἱ ἠντληκότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ ἀρχιτρίκλινος |
[9]When the ruler of the feast had tasted the water that was made wine, and knew not whence it was: (but the servants which drew the water knew;) the governor of the feast called the bridegroom, |
[10]καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησιν, καὶ ὅταν ⸀μεθυσθῶσιν τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. |
[10]And saith unto him, Every man at the beginning doth set forth good wine; and when men have well drunk, then that which is worse: but thou hast kept the good wine until now. |
[11]ταύτην ⸀ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ. |
[11]This beginning of miracles did Jesus in Cana of Galilee, and manifested forth his glory; and his disciples believed on him. |
[12]Μετὰ τοῦτο κατέβη εἰς Καφαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ⸀ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. |
[12]After this he went down to Capernaum, he, and his mother, and his brethren, and his disciples: and they continued there not many days. |
[13]Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. |
[13]And the Jews' passover was at hand, and Jesus went up to Jerusalem. |
[14]καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, |
[14]And found in the temple those that sold oxen and sheep and doves, and the changers of money sitting: |
[15]καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν ⸂τὰ κέρματα⸃ καὶ τὰς τραπέζας ⸀ἀνέστρεψεν, |
[15]And when he had made a scourge of small cords, he drove them all out of the temple, and the sheep, and the oxen; and poured out the changers' money, and overthrew the tables; |
[16]καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν, μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. |
[16]And said unto them that sold doves, Take these things hence; make not my Father's house an house of merchandise. |
[17]⸀ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν· Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. |
[17]And his disciples remembered that it was written, The zeal of thine house hath eaten me up. |
[18]ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; |
[18]Then answered the Jews and said unto him, What sign shewest thou unto us, seeing that thou doest these things? |
[19]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. |
[19]Jesus answered and said unto them, Destroy this temple, and in three days I will raise it up. |
[20]εἶπαν οὖν οἱ Ἰουδαῖοι· Τεσσεράκοντα καὶ ἓξ ἔτεσιν οἰκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; |
[20]Then said the Jews, Forty and six years was this temple in building, and wilt thou rear it up in three days? |
[21]ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. |
[21]But he spake of the temple of his body. |
[22]ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ⸀ὃν εἶπεν ὁ Ἰησοῦς. |
[22]When therefore he was risen from the dead, his disciples remembered that he had said this unto them; and they believed the scripture, and the word which Jesus had said. |
[23]Ὡς δὲ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· |
[23]Now when he was in Jerusalem at the passover, in the feast day, many believed in his name, when they saw the miracles which he did. |
[24]αὐτὸς ⸀δὲ Ἰησοῦς οὐκ ἐπίστευεν ⸀αὑτὸν αὐτοῖς διὰ τὸ αὐτὸν γινώσκειν πάντας |
[24]But Jesus did not commit himself unto them, because he knew all men, |
[25]καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ περὶ τοῦ ἀνθρώπου, αὐτὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ. |
[25]And needed not that any should testify of man: for he knew what was in man. |