|
[1]And Jesus knew, that the Pharisees had heard; that he made many disciples, and baptized more than John. |
[1]Ὡς οὖν ἔγνω ὁ Κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάνης, |
[2]Yet Jesus himself did not baptize but his disciples. |
[2]—καίτοιγε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν ἀλλ’ οἱ μαθηταὶ αὐτοῦ,— |
[3]And he left Judaea, and went again into Galilee. |
[3]ἀφῆκεν τὴν Ἰουδαίαν καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν. |
[4]And in going, he had occasion to pass through the midst of the Samaritans. |
[4]Ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρίας. |
[5]And he came to a city of the Samaritans called Sychar, near the field which Jacob gave to his son Joseph. |
[5]ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρίας λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ· |
[6]And Jacob's well of water was there. And Jesus was weary with the toil of travelling, and seated himself by the well: and it was at the sixth hour. |
[6]ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡς ἕκτη. |
[7]And a woman from Samaria came to draw water. And Jesus said to her: Give me water to drink. |
[7]ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρίας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς Δός μοι πεῖν. |
[8]And his disciples had gone to the city, to buy themselves food. |
[8]οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσιν. |
[9]The Samaritan woman said to him: How dost thou, a Jew, ask drink of me, who am a Samaritan woman? For the Jews have no familiarity with Samaritans. |
[9]λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις Πῶς σὺ Ἰουδαῖος ὢν παρ’ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συνχρῶνται Ἰουδαῖοι Σαμαρείταις. |
[10]Jesus replied and said to her: If thou hadst known the gift of God, and who it is that saith to thee, Give me to drink, thou wouldest have asked of him, and he would have given thee living waters. |
[10]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. |
[11]The woman said to him: My lord, thou hast no bucket, and the well is deep.; how hast thou living waters? |
[11]λέγει αὐτῷ Κύριε, οὔτε ἄντλημα ἔχεις καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; |
[12]Art thou greater than our father Jacob, who gave us this well, and drank from it himself, and his children, and his flocks? |
[12]μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; |
[13]Jesus replied and said to her: Whoever shall drink of these waters, will thirst again; |
[13]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· |
[14]but whoever shall drink of the waters which I shall give him, will not thirst for ever; but the waters, which I shall give him, will be in him a fountain of waters, springing up unto life eternal. |
[14]ὃς δ’ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. |
[15]The woman said to him: My lord, give me of these waters, that I may not thirst again, and may not come to draw from here. |
[15]λέγει πρὸς αὐτὸν ἡ γυνή Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ διέρχωμαι ἐνθάδε ἀντλεῖν. |
[16]Jesus said to her: Go, call thy husband, and come hither. |
[16]λέγει αὐτῇ Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. |
[17]She said to him: I have no husband. Jesus said to her: Thou hast well said, I have no husband; |
[17]ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς Καλῶς εἶπες ὅτι Ἄνδρα οὐκ ἔχω· |
[18]for thou hast had five husbands, and he whom thou now hast, is not thy husband. In this thou didst speak truly. |
[18]πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. |
[19]The woman said to him: My lord, I perceive thou art a prophet. |
[19]λέγει αὐτῷ ἡ γυνή Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. |
[20]Our fathers worshipped in this mountain; but ye say, that in Jerusalem is the place where it is proper to worship. |
[20]οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ. |
[21]Jesus said to her: Woman, believe me, the hour cometh, when neither in this mountain, nor in Jerusalem, ye will worship the Father. |
[21]λέγει αὐτῇ ὁ Ἰησοῦς Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. |
[22]Ye worship, ye know not what; but we worship what we know; for life is from the Jews. |
[22]ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν· |
[23]But the hour cometh, and now is, when the true worshippers will worship the Father in spirit and in truth; for the Father requireth that worshippers be such. |
[23]ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ Πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ Πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν· |
[24]For God is a Spirit; and they that worship him, should worship in spirit and in truth. |
[24]Πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. |
[25]The woman said to him: I know that Messiah will come; and when he cometh, he will teach us every thing. |
[25]λέγει αὐτῷ ἡ γυνή Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα. |
[26]Jesus said to her: I, who talk with thee, am he. |
[26]λέγει αὐτῇ ὁ Ἰησοῦς Ἐγώ εἰμι, ὁ λαλῶν σοι. |
[27]And while he was speaking, his disciples came. And they wondered that he would converse with the woman; yet no one said, What seekest thou? or, Why talkest thou with her? |
[27]Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν Τί ζητεῖς ἢ τί λαλεῖς μετ’ αὐτῆς; |
[28]And the woman left her water-pot, and went to the city, and said [to the people]: |
[28]ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις |
[29]Come, see a man that told me every thing I ever did: is not this the Messiah? |
[29]Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ἃ ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; |
[30]And the people went out of the city, and came to him. |
[30]ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. |
[31]In the mean time, his disciples entreated him, and said to him: Our Rabbi, eat. |
[31]Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες Ῥαββεί, φάγε. |
[32]But he said to them: I have food to eat, of which ye are ignorant. |
[32]ὁ δὲ εἶπεν αὐτοῖς Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε. |
[33]The disciples said among themselves: Hath any one brought him something to eat? |
[33]ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; |
[34]Jesus said to them: My food is to do the pleasure of him that sent me, and to accomplish his work. |
[34]λέγει αὐτοῖς ὁ Ἰησοῦς Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. |
[35]Do ye not say, that after four months cometh the harvest? Behold, I say to you, and lift up your eyes, and look upon the grounds, that they are white, and have already come to the harvest. |
[35]οὐχ ὑμεῖς λέγετε ὅτι Ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμόν. ἤδη |
[36]And he that reapeth, receiveth wages, and gathereth fruits unto life eternal; and the sower and the reaper equally rejoice. |
[36]ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. |
[37]For in this, is the proverb true, that one is the sower, and another the reaper. |
[37]ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινὸς ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. |
[38]I sent you to reap that, on which ye labored not: for others toiled, and ye entered into their labor. |
[38]ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. |
[39]And many Samaritans of that city believed on him, because of the discourse of the woman, who testified, He told me all that I ever did. |
[39]Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι Εἶπέν μοι πάντα ἃ ἐποίησα. |
[40]And when these Samaritans came to him, they requested him to tarry with them; and he remained with them two days. |
[40]ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. |
[41]And many believed on him, because of his discourse. |
[41]καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, |
[42]And they said to the woman: Henceforth we believe in him, not on account of thy word; for we have heard him ourselves, and we know that he truly is the Messiah, the Life-Giver of the world. |
[42]τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ Σωτὴρ τοῦ κόσμου. |
[43]And after two days Jesus departed from there and went into Galilee. |
[43]Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν. |
[44]For Jesus himself testified, that a prophet is not honored in his own city. |
[44]αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει. |
[45]And when he came to Galilee, the Galileans received him, having seen all the signs which he wrought in Jerusalem at the feast, for they too had gone to the feast. |
[45]ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν. |
[46]And Jesus came again to Cana of Galilee, where he made the water wine. And there was at Capernaum a king's servant, whose son was sick. |
[46]Ἦλθεν οὖν πάλιν εἰς τὴν Κανὰ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικὸς οὗ ὁ υἱὸς ἠσθένει ἐν Καφαρναούμ· |
[47]He heard that Jesus had come from Judaea to Galilee; and he went to him, and besought him that he would come down and heal his son; for he was near dying. |
[47]οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτὸν καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνήσκειν. |
[48]Jesus said to him: Unless ye see signs and wonders, ye will not believe. |
[48]εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε. |
[49]The king's servant said to him: My lord, come down, before the child dieth. |
[49]λέγει πρὸς αὐτὸν ὁ βασιλικός Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. |
[50]Jesus said to him: Go, thy son liveth. And the man believed the word which Jesus spake to him, and went away. |
[50]λέγει αὐτῷ ὁ Ἰησοῦς Πορεύου· ὁ υἱός σου ζῇ. ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο. |
[51]And as he was going down, his servants met him, and informed him and said to him: Thy son liveth. |
[51]ἤδη δὲ αὐτοῦ καταβαίνοντος οἱ δοῦλοι ὑπήντησαν αὐτῷ λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ. |
[52]And he asked them, at what time he recovered. And they said to him: Yesterday, at the seventh hour the fever left him. |
[52]ἐπύθετο οὖν τὴν ὥραν παρ’ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι Ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός. |
[53]And his father knew, that it was at the hour in which Jesus said to him, Thy son liveth. And he believed, and all his house. |
[53]ἔγνω οὖν ὁ πατὴρ ὅτι ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη. |
[54]This again was the second sign that Jesus wrought, when he came from Judaea to Galilee. |
[54]Τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν. |