«
Wycliffe's English Translation (1388)
Wyc
Tregelles’ 2nd ed. from Alexandrinus, et al (1879)
Tregelles GNT
[1]Therfor as Jhesu knew, that the Farisees herden, that Jhesu makith and baptisith mo disciplis than Joon, [1]Ὡς οὖν ἔγνω ὁ κύριος ὅτι ἤκουσαν οἱ Φαρισαῖοι ὅτι Ἰησοῦς πλείονας μαθητὰς ποιεῖ καὶ βαπτίζει ἢ Ἰωάνης·
[2]thouy Jhesus baptiside not, but hise disciplis, he lefte Judee, [2](καίτοι γε Ἰησοῦς αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ),
[3]and wente ayen in to Galilee. [3]ἀφῆκεν τὴν Ἰουδαίαν, καὶ ἀπῆλθεν πάλιν εἰς τὴν Γαλιλαίαν.
[4]And it bihofte hym to passe bi Samarie. [4]ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς Σαμαρείας.
[5]Therfor Jhesus cam in to a citee of Samarie, that is seid Sicar, bisidis the place, that Jacob yaf to Joseph, his sone. [5]ἔρχεται οὖν εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ.
[6]And the welle of Jacob was there; and Jhesus was weri of the iourney, and sat thus vpon the welle. And the our was, as it were the sixte. [6]ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. ὥρα ἦν ὡς ἕκτη.
[7]And a womman cam fro Samarie, to drawe watir. And Jhesus seith to hir, Yyue me drynk. [7]ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πεῖν.
[8]And hise disciplis weren gon in to the citee, to bie mete. [8]οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν ἵνα τροφὰς ἀγοράσωσιν.
[9]Therfor thilke womman of Samarie seith to him, Hou thou, `whanne thou art a Jewe, axist of me drynk, that am a womman of Samarie? for Jewis vsiden not to dele with Samaritans. [9]λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις, Πῶς σὺ Ἰουδαῖος ὢν παρ᾽ ἐμοῦ πεῖν αἰτεῖς γυναικὸς Σαμαρείτιδος οὔσης; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις.
[10]Jhesus answerde, and seide to hir, If thou wistist the yifte of God, and who `he is, that seith to thee, Yyue me drynk, thou perauenture woldist haue axid of hym, and he schulde haue youun to thee quyk watir. [10]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτὸν καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.
[11]The womman seith to him, Sire, thou hast not where ynne to drawe, and the pit is deep; wherof thanne hast thou quik watir? [11]λέγει αὐτῷ ἡ γυνή, Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶν βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν;
[12]Whethir thou art grettere than oure fadir Jacob, that yaf to vs the pit? and he drank therof, and hise sones, and hise beestis. [12]μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ;
[13]Jhesus answerde, and seide to hir, Eche man that drynkith of this watir, schal thirste efte soone; but he that drynkith of the watir that Y schal yyue hym, schal not thirste with outen ende; but the watir that Y schal yyue hym, [13]ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ, Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν·
[14]schal be maad in hym a welle `of watir, spryngynge vp in to euerlastynge lijf. [14]ὃς δ᾽ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον.
[15]The womman seith to hym, Sire, yyue me this watir, that Y thirste not, nether come hidur to drawe. [15]Λέγει πρὸς αὐτὸν ἡ γυνή, Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.
[16]Jhesus seith to hir, Go, clepe thin hosebonde, and come hidir. [16]λέγει αὐτῇ [ὁ Ἰησοῦς], Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε.
[17]The womman answerde, and seide, Y haue noon hosebonde. Jhesus seith to hir, Thou seidist wel, That Y haue noon hosebonde; [17]ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν, Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς, Καλῶς εἶπας ὅτι Ἄνδρα οὐκ ἔχω·
[18]for thou hast hadde fyue hosebondis, and he that thou hast, is not thin hosebonde. This thing thou seidist sotheli. [18]πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστιν σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας.
[19]The womman seith to hym, Lord, Y se, that thou art a prophete. [19]λέγει αὐτῷ ἡ γυνή, Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ.
[20]Oure fadris worschipiden in this hil, and ye seien, that at Jerusalem is a place, where it bihoueth to worschipe. [20]οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου προσκυνεῖν δεῖ.
[21]Jhesus seith to hir, Womman, bileue thou to me, for the our schal come, whanne nether in this hil, nethir in Jerusalem, ye schulen worschipe the fadir. [21]λέγει αὐτῇ ὁ Ἰησοῦς, Πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί.
[22]Ye worschipen that ye knowen not; we worschipen that that we knowen; for helthe is of the Jewis. [22]ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν.
[23]But the tyme is comun, and now it is, whanne trewe worschiperis schulen worschipe the fadir in spirit and treuthe; for also the fadir sekith suche, that worschipen hym. [23]ἀλλὰ ἔρχεται ὥρα καὶ νῦν ἐστίν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσιν τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν.
[24]God is a spirit, and it bihoueth hem that worschipen hym, to worschipe in spirit and treuthe. [24]πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.
[25]The womman seith to hym, Y woot that Messias is comun, that is seid Crist; therfor whanne he cometh, he schal telle vs alle thingis. [25]Λέγει αὐτῷ ἡ γυνή, Οἶδα ὅτι Μεσσίας ἔρχεται (ὁ λεγόμενος Χριστός)· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν ἅπαντα.
[26]Jhesus seith to hir, Y am he, that spekith with thee. [26]λέγει αὐτῇ ὁ Ἰησοῦς, Ἐγώ εἰμι, ὁ λαλῶν σοι.
[27]And anoon hise disciplis camen, and wondriden, that he spak with the womman; netheles no man seide to hym, What sekist thou, or, What spekist thou with hir? [27]Καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπεν, Τί ζητεῖς, ἢ Τί λαλεῖς μετ᾽ αὐτῆς;
[28]Therfor the womman lefte hir watir pot, and wente in to the citee, and seide to tho men, [28]ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις,
[29]Come ye, and se ye a man, that seide to me alle thingis that Y haue don; whether he be Crist? [29]Δεῦτε, ἴδετε ἄνθρωπον ὃς εἶπέν μοι πάντα ὅσα ἐποίησα· μή τι οὗτός ἐστιν ὁ Χριστός;
[30]And thei wenten out of the citee, and camen to hym. [30]ἐξῆλθον ἐκ τῆς πόλεως, καὶ ἤρχοντο πρὸς αὐτόν.
[31]In the mene while hise disciplis preieden hym, and seiden, Maistir, ete. [31]Ἐν τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες, Ῥαββί, φάγε.
[32]But he seide to hem, Y haue mete to ete, that ye knowen not. [32]ὁ δὲ εἶπεν αὐτοῖς, Ἐγὼ βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε.
[33]Therfor disciplis seiden togidir, Whether ony man hath brouyt him mete to ete? [33]ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους, Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;
[34]Jhesus seith to hem, My mete is, that Y do the wille of hym that sente me, that Y perfourme the werk of hym. [34]λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
[35]Whether ye seien not, that yit foure monethis ben, and rype corn cometh? Lo! Y seie to you, lifte vp youre iyen, and se ye the feeldis, for now thei ben white to repe. [35]οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστιν καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσιν πρὸς θερισμὸν ἤδη.
[36]And he that repith takith hire, and gaderith fruyt in to euerlastynge lijf; that bothe he that sowith, and he that repith, haue ioye togidere. [36]ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.
[37]In this thing is the word trewe, for anothir is that sowith, and anothir that repith. [37]ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων.
[38]Y sente you to repe, that that ye `haue not trauelid; `othere men han trauelid, and ye han entrid `in to her trauels. [38]ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασιν, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε.
[39]And of that citee many Samaritans bileueden in hym, for the word of the womman, that bare witnessyng, That he seide to me alle thingis that Y haue don. [39]Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν, διὰ τὸν λόγον τῆς γυναικὸς μαρτυρούσης ὅτι εἶπέν μοι πάντα ἃ ἐποίησα.
[40]Therfor whanne Samaritans camen to hym, thei preieden hym to dwelle there; and he dwelte there twey daies. [40]ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρ᾽ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας.
[41]And many mo bileueden for his word, [41]καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ,
[42]and seiden to the womman, That now not for thi speche we bileuen; for we han herd, and we witen, that this is verili the sauyour of the world. [42]τῇ τε γυναικὶ ἔλεγον ὅτι Οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου.
[43]And aftir twei daies he wente out fro thennus, and wente in to Galilee. [43]Μετὰ δὲ τὰς δύο ἡμέρας ἐξῆλθεν ἐκεῖθεν εἰς τὴν Γαλιλαίαν.
[44]And he bar witnessyng, that a profete in his owne cuntre hath noon onour. [44]αὐτὸς γὰρ Ἰησοῦς ἐμαρτύρησεν ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει.
[45]Therfor whanne he cam in to Galilee, men of Galilee resseyueden hym, whanne thei hadden seyn alle thingis that he hadde don in Jerusalem in the feeste dai; for also thei hadden comun to the feeste dai. [45]ὅτε οὖν ἦλθεν εἰς τὴν Γαλιλαίαν, ἐδέξαντο αὐτὸν οἱ Γαλιλαῖοι, πάντα ἑωρακότες ὅσα ἐποίησεν ἐν Ἱεροσολύμοις ἐν τῇ ἑορτῇ· καὶ αὐτοὶ γὰρ ἦλθον εἰς τὴν ἑορτήν.
[46]Therfor he cam eftsoone in to the Cane of Galile, where he made the watir wiyn. And `a litil kyng was, whos sone was sijk at Cafarnaum. [46]ἦλθεν οὖν πάλιν εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει, ἐν Καφαρναούμ.
[47]Whanne this hadde herd, that Jhesu schulde come fro Judee in to Galilee, he wente to hym, and preiede hym, that he schulde come doun, and heele his sone; for he bigan to die. [47]οὗτος ἀκούσας ὅτι Ἰησοῦς ἥκει ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθεν πρὸς αὐτόν, καὶ ἠρώτα ἵνα καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλεν γὰρ ἀποθνήσκειν.
[48]Therfor Jhesus seide to him, But ye se tokenes and grete wondris, ye bileuen not. [48]εἶπεν οὖν ὁ Ἰησοῦς πρὸς αὐτόν, Ἐὰν μὴ σημεῖα καὶ τέρατα ἴδητε, οὐ μὴ πιστεύσητε.
[49]The litil kyng seith to hym, Lord, come doun, bifor that my sone die. [49]λέγει πρὸς αὐτὸν ὁ βασιλικός, Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου.
[50]Jhesus seith to hym, Go, thi sone lyueth. The man bileuede to the word, that Jhesus seide to hym, and he wente. [50]λέγει αὐτῷ ὁ Ἰησοῦς, Πορεύου· ὁ υἱός σου ζῇ. [καὶ] ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ ὃν εἶπεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐπορεύετο.
[51]And now whanne he cam doun, the seruauntis camen ayens hym, and telden to hym, and seiden, That his sone lyuede. [51]ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ὑπήντησαν αὐτῷ [καὶ ἀπήγγειλαν] λέγοντες ὅτι ὁ παῖς αὐτοῦ ζῇ.
[52]And he axide of hem the our, in which he was amendid. And thei seiden to hym, For yistirdai in the seuenthe our the feuer lefte him. [52]ἐπύθετο οὖν τὴν ὥραν παρ᾽ αὐτῶν ἐν ᾗ κομψότερον ἔσχεν· εἶπαν οὖν αὐτῷ ὅτι ἐχθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ πυρετός.
[53]Therfor the fadir knewe, that thilke our it was, in which Jhesus seide to hym, Thi sone lyueth; and he bileuede, and al his hous. [53]ἔγνω οὖν ὁ πατὴρ ὅτι [ἐν] ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἰκία αὐτοῦ ὅλη.
[54]Jhesus dide eft this secounde tokene, whanne he cam fro Judee in to Galilee. [54]τοῦτο δὲ πάλιν δεύτερον σημεῖον ἐποίησεν ὁ Ἰησοῦς, ἐλθὼν ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.
Author: John Wycliffe (1328 – 1384)
Author: Samuel Prideaux Tregelles, LL. D. (1813–1875)
Source: www.hagiascriptura.com

See information...
Top