|
[1]καὶ ἐγένετο τὰ ὅρια φυλῆς ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς ιδουμαίας ἀπὸ τῆς ἐρήμου σιν ἕως καδης πρὸς λίβα |
[No book] |
[2]καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα |
[No book] |
[3]καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως ακραβιν καὶ ἐκπεριπορεύεται σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ καδης βαρνη καὶ ἐκπορεύεται ασωρων καὶ προσαναβαίνει εἰς αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς καδης |
[No book] |
[4]καὶ πορεύεται ἐπὶ ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος αἰγύπτου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός |
[No book] |
[5]καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ ιορδάνου καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ ιορδάνου |
[No book] |
[6]ἐπιβαίνει τὰ ὅρια ἐπὶ βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ βαιθαραβα καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον βαιων υἱοῦ ρουβην |
[No book] |
[7]καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος αχωρ καὶ καταβαίνει ἐπὶ γαλγαλ ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως αδδαμιν ἥ ἐστιν κατὰ λίβα τῇ φάραγγι καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ ρωγηλ |
[No book] |
[8]καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ονομ ἐπὶ νώτου ιεβους ἀπὸ λιβός αὕτη ἐστὶν ιερουσαλημ καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος ονομ πρὸς θαλάσσης ἥ ἐστιν ἐκ μέρους γῆς ραφαϊν ἐπὶ βορρᾶ |
[No book] |
[9]καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος εφρων καὶ ἐξάξει τὸ ὅριον εἰς βααλ αὕτη ἐστὶν πόλις ιαριμ |
[No book] |
[10]καὶ περιελεύσεται ὅριον ἀπὸ βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος ασσαρες ἐπὶ νώτου πόλιν ιαριμ ἀπὸ βορρᾶ αὕτη ἐστὶν χασλων καὶ καταβήσεται ἐπὶ πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα |
[No book] |
[11]καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου ακκαρων ἐπὶ βορρᾶν καὶ διεκβαλεῖ τὰ ὅρια εἰς σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς βαλα καὶ διεκβαλεῖ ἐπὶ ιαβνηλ καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν |
[No book] |
[12]καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ ταῦτα τὰ ὅρια υἱῶν ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν |
[No book] |
[13]καὶ τῷ χαλεβ υἱῷ ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν ιουδα διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκεν αὐτῷ ἰησοῦς τὴν πόλιν αρβοκ μητρόπολιν ενακ αὕτη ἐστὶν χεβρων |
[No book] |
[14]καὶ ἐξωλέθρευσεν ἐκεῖθεν χαλεβ υἱὸς ιεφοννη τοὺς τρεῖς υἱοὺς ενακ τὸν σουσι καὶ τὸν θολμι καὶ τὸν αχιμα |
[No book] |
[15]καὶ ἀνέβη ἐκεῖθεν χαλεβ ἐπὶ τοὺς κατοικοῦντας δαβιρ τὸ δὲ ὄνομα δαβιρ ἦν τὸ πρότερον πόλις γραμμάτων |
[No book] |
[16]καὶ εἶπεν χαλεβ ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς δώσω αὐτῷ τὴν αχσαν θυγατέρα μου εἰς γυναῖκα |
[No book] |
[17]καὶ ἔλαβεν αὐτὴν γοθονιηλ υἱὸς κενεζ ἀδελφὸς χαλεβ ὁ νεώτερος καὶ ἔδωκεν αὐτῷ τὴν αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα |
[No book] |
[18]καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα αἰτήσομαι τὸν πατέρα μου ἀγρόν καὶ ἐβόησεν ἐκ τοῦ ὄνου καὶ εἶπεν αὐτῇ χαλεβ τί ἐστίν σοι |
[No book] |
[19]καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν ὅτι εἰς γῆν ναγεβ δέδωκάς με δός μοι τὴν γολαθμαιν καὶ ἔδωκεν αὐτῇ χαλεβ τὴν γολαθμαιν τὴν ἄνω καὶ τὴν γολαθμαιν τὴν κάτω |
[No book] |
[20]αὕτη ἡ κληρονομία φυλῆς υἱῶν ιουδα |
[No book] |
[21]ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν πόλις πρώτη φυλῆς υἱῶν ιουδα ἐφ ὁρίων εδωμ ἐπὶ τῆς ἐρήμου καιβαισελεηλ καὶ αρα καὶ ασωρ |
[No book] |
[22]καὶ ικαμ καὶ ρεγμα καὶ αρουηλ |
[No book] |
[23]καὶ καδης καὶ ασοριωναιν |
[No book] |
[24]καὶ μαιναμ καὶ βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[25]καὶ αἱ πόλεις ασερων αὕτη ασωρ |
[No book] |
[26]καὶ σην καὶ σαλμαα καὶ μωλαδα |
[No book] |
[27]καὶ σερι καὶ βαιφαλαδ |
[No book] |
[28]καὶ χολασεωλα καὶ βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν |
[No book] |
[29]βαλα καὶ βακωκ καὶ ασομ |
[No book] |
[30]καὶ ελβωυδαδ καὶ βαιθηλ καὶ ερμα |
[No book] |
[31]καὶ σεκελακ καὶ μαχαριμ καὶ σεθεννακ |
[No book] |
[32]καὶ λαβως καὶ σαλη καὶ ερωμωθ πόλεις καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[33]ἐν τῇ πεδινῇ ασταωλ καὶ ραα καὶ ασσα |
[No book] |
[34]καὶ ραμεν καὶ τανω καὶ ιλουθωθ καὶ μαιανι |
[No book] |
[35]καὶ ιερμουθ καὶ οδολλαμ καὶ μεμβρα καὶ σαωχω καὶ αζηκα |
[No book] |
[36]καὶ σακαριμ καὶ γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[37]σεννα καὶ αδασαν καὶ μαγαδαγαδ |
[No book] |
[38]καὶ δαλαλ καὶ μασφα καὶ ιακαρεηλ |
[No book] |
[39]καὶ λαχης καὶ βασηδωθ καὶ ιδεαδαλεα |
[No book] |
[40]καὶ χαβρα καὶ μαχες καὶ μααχως |
[No book] |
[41]καὶ γεδδωρ καὶ βαγαδιηλ καὶ νωμαν καὶ μακηδαν πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[42]λεμνα καὶ ιθακ |
[No book] |
[43]καὶ ανωχ καὶ ιανα καὶ νασιβ |
[No book] |
[44]καὶ κεϊλαμ καὶ ακιεζι καὶ κεζιβ καὶ βαθησαρ καὶ αιλων πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[45]ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν |
[No book] |
[46]ἀπὸ ακκαρων γεμνα καὶ πᾶσαι ὅσαι εἰσὶν πλησίον ασηδωθ καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[47]ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου αἰγύπτου καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει |
[No book] |
[48]καὶ ἐν τῇ ὀρεινῇ σαμιρ καὶ ιεθερ καὶ σωχα |
[No book] |
[49]καὶ ρεννα καὶ πόλις γραμμάτων αὕτη δαβιρ |
[No book] |
[50]καὶ ανων καὶ εσκαιμαν καὶ αισαμ |
[No book] |
[51]καὶ γοσομ καὶ χαλου καὶ χαννα πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[52]αιρεμ καὶ ρεμνα καὶ σομα |
[No book] |
[53]καὶ ιεμαϊν καὶ βαιθαχου καὶ φακουα |
[No book] |
[54]καὶ ευμα καὶ πόλις αρβοκ αὕτη ἐστὶν χεβρων καὶ σωρθ πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν |
[No book] |
[55]μαωρ καὶ χερμελ καὶ οζιβ καὶ ιταν |
[No book] |
[56]καὶ ιαριηλ καὶ ιαρικαμ καὶ ζακαναϊμ |
[No book] |
[57]καὶ γαβαα καὶ θαμναθα πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν |
[No book] |
[58]αλουα καὶ βαιθσουρ καὶ γεδδων |
[No book] |
Fatal error: Uncaught TypeError: get_verse(): Argument #5 ($T) must be of type string, array given, called in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 610 and defined in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc:120
Stack trace:
#0 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc(610): get_verse(1, 'Jos', 15, 59, Array, 0, Array)
#1 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc(431): require('/var/www/vhosts...')
#2 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php(112): require('/var/www/vhosts...')
#3 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php(20): require('/var/www/vhosts...')
#4 {main}
thrown in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 120