|
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων |
[1]And the Lord spake unto Moses, saying, |
[2]καὶ τοῖς υἱοῖς ισραηλ λαλήσεις ἐάν τις ἀπὸ τῶν υἱῶν ισραηλ ἢ ἀπὸ τῶν προσγεγενημένων προσηλύτων ἐν ισραηλ ὃς ἂν δῷ τοῦ σπέρματος αὐτοῦ ἄρχοντι θανάτῳ θανατούσθω τὸ ἔθνος τὸ ἐπὶ τῆς γῆς λιθοβολήσουσιν αὐτὸν ἐν λίθοις |
[2]Thou shalt say also to the children of Israel, Whosoever he be of the children of Israel, or of the strangers that dwell in Israel, that giveth his children unto Molech, he shall die the death, the people of the land shall stone him to death. |
[3]καὶ ἐγὼ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ ἀπολῶ αὐτὸν ἐκ τοῦ λαοῦ αὐτοῦ ὅτι τοῦ σπέρματος αὐτοῦ ἔδωκεν ἄρχοντι ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομα τῶν ἡγιασμένων μοι |
[3]And I will set my face against that man and cut him off from among his people, because he hath given his children unto Molech, for to defile my sanctuary, and to pollute mine holy name. |
[4]ἐὰν δὲ ὑπερόψει ὑπερίδωσιν οἱ αὐτόχθονες τῆς γῆς τοῖς ὀφθαλμοῖς αὐτῶν ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου ἐν τῷ δοῦναι αὐτὸν τοῦ σπέρματος αὐτοῦ ἄρχοντι τοῦ μὴ ἀποκτεῖναι αὐτόν |
[4]And if the people of the land hide their eyes, and wink at that man when he giveth his children unto Molech, and kill him not, |
[5]καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμονοοῦντας αὐτῷ ὥστε ἐκπορνεύειν αὐτὸν εἰς τοὺς ἄρχοντας ἐκ τοῦ λαοῦ αὐτῶν |
[5]Then will I set my face against that man, and against his family, and will cut him off, and all that go a whoring after him to commit whoredom with Molech, from among their people. |
[6]καὶ ψυχή ἣ ἐὰν ἐπακολουθήσῃ ἐγγαστριμύθοις ἢ ἐπαοιδοῖς ὥστε ἐκπορνεῦσαι ὀπίσω αὐτῶν ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν ἐκείνην καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς |
[6]If any turn after such as work with spirits, and after soothsayers, to go a whoring after them, then will I set my face against that person, and will cut him off from among his people. |
[7]καὶ ἔσεσθε ἅγιοι ὅτι ἅγιος ἐγὼ κύριος ὁ θεὸς ὑμῶν |
[7]Sanctify yourselves therefore, and be holy, for I am the Lord your God. |
[8]καὶ φυλάξεσθε τὰ προστάγματά μου καὶ ποιήσετε αὐτά ἐγὼ κύριος ὁ ἁγιάζων ὑμᾶς |
[8]Keep ye therefore mine ordinances, and do them. I am the Lord which doth sanctify you. |
[9]ἄνθρωπος ἄνθρωπος ὃς ἂν κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ θανάτῳ θανατούσθω πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ κακῶς εἶπεν ἔνοχος ἔσται |
[9]If there be any that curseth his father or his mother, he shall die the death: seeing he hath cursed his father and his mother, his blood shall be upon him. |
[10]ἄνθρωπος ὃς ἂν μοιχεύσηται γυναῖκα ἀνδρὸς ἢ ὃς ἂν μοιχεύσηται γυναῖκα τοῦ πλησίον θανάτῳ θανατούσθωσαν ὁ μοιχεύων καὶ ἡ μοιχευομένη |
[10]And the man that committeth adultery with another man's wife, because he hath committed adultery with his neighbor's wife, the adulterer and the adulteress shall die the death. |
[11]ἐάν τις κοιμηθῇ μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ἀσχημοσύνην τοῦ πατρὸς αὐτοῦ ἀπεκάλυψεν θανάτῳ θανατούσθωσαν ἀμφότεροι ἔνοχοί εἰσιν |
[11]And the man that lieth with his father's wife , because he hath uncovered his father's shame, they shall both die: their blood shall be upon them. |
[12]καὶ ἐάν τις κοιμηθῇ μετὰ νύμφης αὐτοῦ θανάτῳ θανατούσθωσαν ἀμφότεροι ἠσεβήκασιν γάρ ἔνοχοί εἰσιν |
[12]Also the man that lieth with his daughter in law, they both shall die the death, they have wrought abomination, their blood shall be upon them. |
[13]καὶ ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναικός βδέλυγμα ἐποίησαν ἀμφότεροι θανατούσθωσαν ἔνοχοί εἰσιν |
[13]The man also that lieth with the male, as one lieth with a woman, they have both committed abomination: they shall die the death, their blood shall be upon them. |
[14]ὃς ἐὰν λάβῃ γυναῖκα καὶ τὴν μητέρα αὐτῆς ἀνόμημά ἐστιν ἐν πυρὶ κατακαύσουσιν αὐτὸν καὶ αὐτάς καὶ οὐκ ἔσται ἀνομία ἐν ὑμῖν |
[14]Likewise he that taketh a wife and her mother, committeth wickedness: they shall burn him and them with fire, that there be no wickedness among you. |
[15]καὶ ὃς ἂν δῷ κοιτασίαν αὐτοῦ ἐν τετράποδι θανάτῳ θανατούσθω καὶ τὸ τετράπουν ἀποκτενεῖτε |
[15]Also the man that lieth with a beast, shall die the death, and ye shall slay the beast. |
[16]καὶ γυνή ἥτις προσελεύσεται πρὸς πᾶν κτῆνος βιβασθῆναι αὐτὴν ὑπ αὐτοῦ ἀποκτενεῖτε τὴν γυναῖκα καὶ τὸ κτῆνος θανάτῳ θανατούσθωσαν ἔνοχοί εἰσιν |
[16]And if a woman come to any beast, and lie therewith, then thou shalt kill the woman and the beast: they shall die the death, their blood shall be upon them. |
[17]ὃς ἐὰν λάβῃ τὴν ἀδελφὴν αὐτοῦ ἐκ πατρὸς αὐτοῦ ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἴδῃ τὴν ἀσχημοσύνην αὐτῆς καὶ αὕτη ἴδῃ τὴν ἀσχημοσύνην αὐτοῦ ὄνειδός ἐστιν ἐξολεθρευθήσονται ἐνώπιον υἱῶν γένους αὐτῶν ἀσχημοσύνην ἀδελφῆς αὐτοῦ ἀπεκάλυψεν ἁμαρτίαν κομιοῦνται |
[17]Also the man that taketh his sister, his father's daughter, or his mother's daughter, and seeth her shame and she seeth his shame, it is villainy: therefore they shall be cut off in the sight of their people, because he hath uncovered his sister's shame, he shall bear his iniquity. |
[18]καὶ ἀνήρ ὃς ἂν κοιμηθῇ μετὰ γυναικὸς ἀποκαθημένης καὶ ἀποκαλύψῃ τὴν ἀσχημοσύνην αὐτῆς τὴν πηγὴν αὐτῆς ἀπεκάλυψεν καὶ αὕτη ἀπεκάλυψεν τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς ἐξολεθρευθήσονται ἀμφότεροι ἐκ τοῦ γένους αὐτῶν |
[18]The man also that lieth with a woman having her disease, and uncovereth her shame, and openeth her fountain, and she open the fountain of her blood, they shall be even both cut off from among their people. |
[19]καὶ ἀσχημοσύνην ἀδελφῆς πατρός σου καὶ ἀδελφῆς μητρός σου οὐκ ἀποκαλύψεις τὴν γὰρ οἰκειότητα ἀπεκάλυψεν ἁμαρτίαν ἀποίσονται |
[19]Moreover thou shalt not uncover the shame of thy mother's sister, nor of thy father's sister: because he hath uncovered his kin, they shall bear their iniquity. |
[20]ὃς ἂν κοιμηθῇ μετὰ τῆς συγγενοῦς αὐτοῦ ἀσχημοσύνην τῆς συγγενείας αὐτοῦ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανοῦνται |
[20]Likewise the man that lieth with his father's brother's wife, and uncovereth his uncle's shame: they shall bear their iniquity , and shall die childless. |
[21]ὃς ἂν λάβῃ τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ ἀκαθαρσία ἐστίν ἀσχημοσύνην τοῦ ἀδελφοῦ αὐτοῦ ἀπεκάλυψεν ἄτεκνοι ἀποθανοῦνται |
[21]So the man that taketh his brother's wife, committeth filthiness, because he hath uncovered his brother's shame: they shall be childless. |
[22]καὶ φυλάξασθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου καὶ ποιήσετε αὐτά καὶ οὐ μὴ προσοχθίσῃ ὑμῖν ἡ γῆ εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ κατοικεῖν ἐπ αὐτῆς |
[22]Ye shall keep therefore all mine ordinances and all my judgments, and do them, that the land, whither I bring you to dwell therein, spew you not out. |
[23]καὶ οὐχὶ πορεύεσθε τοῖς νομίμοις τῶν ἐθνῶν οὓς ἐξαποστέλλω ἀφ ὑμῶν ὅτι ταῦτα πάντα ἐποίησαν καὶ ἐβδελυξάμην αὐτούς |
[23]Wherefore ye shall not walk in the manners of this nation which I cast out before you: for they have committed all these things, therefore I abhorred them. |
[24]καὶ εἶπα ὑμῖν ὑμεῖς κληρονομήσατε τὴν γῆν αὐτῶν καὶ ἐγὼ δώσω ὑμῖν αὐτὴν ἐν κτήσει γῆν ῥέουσαν γάλα καὶ μέλι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὃς διώρισα ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν |
[24]But I have said unto you, ye shall inherit their land, and I will give it unto you to possess it, even a land that floweth with milk and honey: I am the Lord your God, which have separated you from other people. |
[25]καὶ ἀφοριεῖτε αὐτοὺς ἀνὰ μέσον τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀνὰ μέσον τῶν κτηνῶν τῶν ἀκαθάρτων καὶ ἀνὰ μέσον τῶν πετεινῶν τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων καὶ οὐ βδελύξετε τὰς ψυχὰς ὑμῶν ἐν τοῖς κτήνεσιν καὶ ἐν τοῖς πετεινοῖς καὶ ἐν πᾶσιν τοῖς ἑρπετοῖς τῆς γῆς ἃ ἐγὼ ἀφώρισα ὑμῖν ἐν ἀκαθαρσίᾳ |
[25]Therefore shall ye put difference between clean beasts and unclean, and between unclean fowls and clean: neither shall ye defile yourselves with beasts and fowls, nor with any creeping thing, that the ground bringeth forth, which I have separated from you as unclean. |
[26]καὶ ἔσεσθέ μοι ἅγιοι ὅτι ἐγὼ ἅγιος κύριος ὁ θεὸς ὑμῶν ὁ ἀφορίσας ὑμᾶς ἀπὸ πάντων τῶν ἐθνῶν εἶναι ἐμοί |
[26]Therefore shall ye be holy unto me: for I the Lord am holy, and I have separated you from other people, that ye should be mine. |
[27]καὶ ἀνὴρ ἢ γυνή ὃς ἂν γένηται αὐτῶν ἐγγαστρίμυθος ἢ ἐπαοιδός θανάτῳ θανατούσθωσαν ἀμφότεροι λίθοις λιθοβολήσατε αὐτούς ἔνοχοί εἰσιν |
[27]And if a man or woman have a spirit of divination, or soothsaying in them, they shall die the death: they shall stone them to death, their blood shall be upon them. |