|
[1]καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκάλεσεν μωυσῆς ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὴν γερουσίαν ισραηλ |
[1]And in the eyght day, Moyses called Aaron and his sonnes, and the elders of Israel |
[2]καὶ εἶπεν μωυσῆς πρὸς ααρων λαβὲ σεαυτῷ μοσχάριον ἐκ βοῶν περὶ ἁμαρτίας καὶ κριὸν εἰς ὁλοκαύτωμα ἄμωμα καὶ προσένεγκε αὐτὰ ἔναντι κυρίου |
[2]And he sayd vnto Aaro: Take thee a young Calfe for a sin offering, and a Ramme for a burnt offering, both without blemishe, and bryng them before the Lorde |
[3]καὶ τῇ γερουσίᾳ ισραηλ λάλησον λέγων λάβετε χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας καὶ μοσχάριον καὶ ἀμνὸν ἐνιαύσιον εἰς ὁλοκάρπωσιν ἄμωμα |
[3]And vnto the chyldren of Israel thou shalt speake, saying: Take ye an hee Goate for a sinne offering, and a Calfe & a Lambe both of a yere olde, without blemishe, for a burnt sacrifice |
[4]καὶ μόσχον καὶ κριὸν εἰς θυσίαν σωτηρίου ἔναντι κυρίου καὶ σεμίδαλιν πεφυραμένην ἐν ἐλαίῳ ὅτι σήμερον κύριος ὀφθήσεται ἐν ὑμῖν |
[4]Also a Bullocke & a Ramme for peace offeringes, to offer before the Lord, and a meate offering mingled with oyle: for to day the Lord will appeare vnto you |
[5]καὶ ἔλαβον καθὸ ἐνετείλατο μωυσῆς ἀπέναντι τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ προσῆλθεν πᾶσα συναγωγὴ καὶ ἔστησαν ἔναντι κυρίου |
[5]And they brought that whiche Moyses commaunded, before the tabernacle of the congregation: and all the congregation came and stode before the Lord |
[6]καὶ εἶπεν μωυσῆς τοῦτο τὸ ῥῆμα ὃ εἶπεν κύριος ποιήσατε καὶ ὀφθήσεται ἐν ὑμῖν δόξα κυρίου |
[6]And Moyses sayd: This is the thyng whiche the Lord commaunded that ye should do, & the glory of the Lorde shall appeare vnto you |
[7]καὶ εἶπεν μωυσῆς τῷ ααρων πρόσελθε πρὸς τὸ θυσιαστήριον καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν καθάπερ ἐνετείλατο κύριος τῷ μωυσῇ |
[7]And Moyses sayde vnto Aaron: Go vnto the aulter, and offer the sacrifice for thy sinne, & thy burnt offering, and make an attonement for thee and for the people: & thou shalt offer the offering of the people, and make an attonement for them, as ye Lord comaunded |
[8]καὶ προσῆλθεν ααρων πρὸς τὸ θυσιαστήριον καὶ ἔσφαξεν τὸ μοσχάριον τὸ περὶ τῆς ἁμαρτίας |
[8]Aaron therfore went vnto the aulter, and slewe the Calfe of the sinne offering, whiche was for him selfe |
[9]καὶ προσήνεγκαν οἱ υἱοὶ ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ ἔβαψεν τὸν δάκτυλον εἰς τὸ αἷμα καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου |
[9]And the sonnes of Aaron brought the blood vnto him, and he dypt his finger in the blood, and put it vpon the hornes of the aulter, and powred the blood at the bottome of the aulter |
[10]καὶ τὸ στέαρ καὶ τοὺς νεφροὺς καὶ τὸν λοβὸν τοῦ ἥπατος τοῦ περὶ τῆς ἁμαρτίας ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον ὃν τρόπον ἐνετείλατο κύριος τῷ μωυσῇ |
[10]But the fat and the two kydneys, and the kall of the liuer of the sinne offering he burnt vpon the aulter, as the Lorde commaunded Moyses |
[11]καὶ τὰ κρέα καὶ τὴν βύρσαν κατέκαυσεν αὐτὰ πυρὶ ἔξω τῆς παρεμβολῆς |
[11]The flesh and the hyde he burnt with fyre without the hoast |
[12]καὶ ἔσφαξεν τὸ ὁλοκαύτωμα καὶ προσήνεγκαν οἱ υἱοὶ ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν ἐπὶ τὸ θυσιαστήριον κύκλῳ |
[12]And he slewe the burnt offering, and Aarons sonnes brought vnto hym the blood, whiche he sprinckled rounde about vpon the aulter |
[13]καὶ τὸ ὁλοκαύτωμα προσήνεγκαν αὐτῷ κατὰ μέλη αὐτὰ καὶ τὴν κεφαλήν καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον |
[13]And they brought the burnt offering vnto hym with the peeces therof, & the head: and he burnt [them] vpo the aulter |
[14]καὶ ἔπλυνεν τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι καὶ ἐπέθηκεν ἐπὶ τὸ ὁλοκαύτωμα ἐπὶ τὸ θυσιαστήριον |
[14]And he dyd washe the inwardes and the legges, and burnt them vpon the burnt offeryng in the aulter |
[15]καὶ προσήνεγκαν τὸ δῶρον τοῦ λαοῦ καὶ ἔλαβεν τὸν χίμαρον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ καὶ ἔσφαξεν αὐτὸ καθὰ καὶ τὸ πρῶτον |
[15]And then he brought the peoples offering, taking the Goate whiche was the sinne offering for the people, & slewe it, & offered it for sinne, as he dyd the first |
[16]καὶ προσήνεγκεν τὸ ὁλοκαύτωμα καὶ ἐποίησεν αὐτό ὡς καθήκει |
[16]And brought the burnt offering, and offered it as the maner was |
[17]καὶ προσήνεγκεν τὴν θυσίαν καὶ ἔπλησεν τὰς χεῖρας ἀπ αὐτῆς καὶ ἐπέθηκεν ἐπὶ τὸ θυσιαστήριον χωρὶς τοῦ ὁλοκαυτώματος τοῦ πρωινοῦ |
[17]And he brought the meate offering, and filled his hande therof, and burnt it vpon the aulter, beside the burnt sacrifice of the mornyng |
[18]καὶ ἔσφαξεν τὸν μόσχον καὶ τὸν κριὸν τῆς θυσίας τοῦ σωτηρίου τῆς τοῦ λαοῦ καὶ προσήνεγκαν οἱ υἱοὶ ααρων τὸ αἷμα πρὸς αὐτόν καὶ προσέχεεν πρὸς τὸ θυσιαστήριον κύκλῳ |
[18]He slewe also the Bullocke and the Ramme for the peace offering, whiche was for the people: and Aarons sonnes brought vnto hym the blood, which he sprinckled vpon the aulter round about |
[19]καὶ τὸ στέαρ τὸ ἀπὸ τοῦ μόσχου καὶ τοῦ κριοῦ τὴν ὀσφὴν καὶ τὸ στέαρ τὸ κατακαλύπτον ἐπὶ τῆς κοιλίας καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ αὐτῶν καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος |
[19]And the fat of the Bullocke, and of the Ramme, the rumpe, and that couereth the inwardes, and the kidneyes, and the kall of the liuer |
[20]καὶ ἐπέθηκεν τὰ στέατα ἐπὶ τὰ στηθύνια καὶ ἀνήνεγκαν τὰ στέατα ἐπὶ τὸ θυσιαστήριον |
[20]And they put the fat vpon the breastes, and he burnt the fat vpon the aulter |
[21]καὶ τὸ στηθύνιον καὶ τὸν βραχίονα τὸν δεξιὸν ἀφεῖλεν ααρων ἀφαίρεμα ἔναντι κυρίου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ |
[21]But the breastes and the ryght shoulder, Aaron waued for a waue offering before the Lorde, as the Lorde commaunded Moyses |
[22]καὶ ἐξάρας ααρων τὰς χεῖρας ἐπὶ τὸν λαὸν εὐλόγησεν αὐτούς καὶ κατέβη ποιήσας τὸ περὶ τῆς ἁμαρτίας καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου |
[22]And Aaron lift vp his hande ouer the people, and blessed them, & came downe fro offering of the sinne offering, burnt offering, and peace offeringes |
[23]καὶ εἰσῆλθεν μωυσῆς καὶ ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξελθόντες εὐλόγησαν πάντα τὸν λαόν καὶ ὤφθη ἡ δόξα κυρίου παντὶ τῷ λαῷ |
[23]And Moyses and Aaron went into the tabernacle of the congregation, & came out, and blessed the people: and the glorie of the Lorde appeared vnto all the people |
[24]καὶ ἐξῆλθεν πῦρ παρὰ κυρίου καὶ κατέφαγεν τὰ ἐπὶ τοῦ θυσιαστηρίου τά τε ὁλοκαυτώματα καὶ τὰ στέατα καὶ εἶδεν πᾶς ὁ λαὸς καὶ ἐξέστη καὶ ἔπεσαν ἐπὶ πρόσωπον |
[24]And there came a fire out from before the Lorde, and consumed vpon the aulter the burnt offering & the fat: Whiche when all the people sawe, they gaue thankes, and fell on their faces |