|
[1]καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν. |
[1]And it came to pass that when Jesus had made an end of commanding his twelve disciples, he departed thence to teach and to preach in their cities. |
[2]ὁ δὲ ἰωάννης ἀκούσας ἐν τῶ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ |
[2]And when John heard in the prison the works of Christ, he sent two of his disciples, and said unto him, |
[3]εἶπεν αὐτῶ, σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν; |
[3]Art thou he that should come, or shall we look for another? |
[4]καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν αὐτοῖς, πορευθέντες ἀπαγγείλατε ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· |
[4]And Jesus answering, said unto them, Go, and show John, what things ye have heard and seen. |
[5]τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται· |
[5]The blind receive sight, and the halt go: the lepers are cleansed, and the deaf hear: the dead are raised up, and the poor receive the Gospel. |
[6]καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. |
[6]And blessed is he that shall not be offended in me. |
[7]τούτων δὲ πορευομένων ἤρξατο ὁ ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ ἰωάννου, τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; |
[7]And as they departed, Jesus began to speak unto the multitude, of John, What went ye out into the wilderness to see? A reed shaken with the wind? |
[8]ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. |
[8]But what went ye out to see? A man clothed in soft raiment? Behold, they that wear soft clothing, are in Kings houses. |
[9]ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. |
[9]But what went ye out to see? A Prophet? Yea, I say unto you, and more than a Prophet. |
[10]οὖτός ἐστιν περὶ οὖ γέγραπται, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. |
[10]For this is he of whom it is written, Behold, I send my messenger before thy face, which shall prepare thy way before thee. |
[11]ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. |
[11]Verily I say unto you, among them which are begotten of women, arose there not a greater than John Baptist: notwithstanding, he that is the least in the kingdom of heaven, is greater than he. |
[12]ἀπὸ δὲ τῶν ἡμερῶν ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. |
[12]And from the time of John Baptist hither to, the kingdom of heaven suffereth violence, and the violent take it by force. |
[13]πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως ἰωάννου ἐπροφήτευσαν· |
[13]For all the Prophets and the Law prophesied unto John. |
[14]καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν ἠλίας ὁ μέλλων ἔρχεσθαι. |
[14]And if ye will receive it, this is Elijah, which was to come. |
[15]ὁ ἔχων ὦτα ἀκουέτω. |
[15]He that hath ears to hear, let him hear. |
[16]τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς ἃ προσφωνοῦντα τοῖς ἑτέροις |
[16]But whereunto shall I liken this generation? It is like unto little children which sit in the markets, and call unto their fellows, |
[17]λέγουσιν, ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε. |
[17]And say, We have piped unto you, and ye have not danced, we have mourned unto you, and ye have not lamented. |
[18]ἦλθεν γὰρ ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, δαιμόνιον ἔχει· |
[18]For John came neither eating nor drinking, and they say, He hath a devil. |
[19]ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ἔργων αὐτῆς. |
[19]The son of man came eating and drinking, and they say, Behold a glutton and a drinker of wine, a friend unto Publicans and sinners: but wisdom is justified of her children. |
[20]τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν· |
[20]Then began he to upbraid the cities, wherein most of his great works were done, because they repented not. |
[21]οὐαί σοι, χοραζίν· οὐαί σοι, βηθσαϊδά· ὅτι εἰ ἐν τύρῳ καὶ σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῶ μετενόησαν. |
[21]Woe be to thee, Chorazin: Woe be to thee, Bethsaida: for if the great works, which were done in you, had been done in Tyre and Sidon, they had repented long ago in sackcloth and ashes. |
[22]πλὴν λέγω ὑμῖν, τύρῳ καὶ σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. |
[22]But I say to you, It shall be easier for Tyre and Sidon at the Day of Judgment, than for you. |
[23]καὶ σύ, καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ᾅδου καταβήσῃ. ὅτι εἰ ἐν σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον. |
[23]And thou, Capernaum, which art lifted up unto heaven, shalt be brought down to hell: for if the great works, which have been done in thee, had been done among them of Sodom, they had remained to this day. |
[24]πλὴν λέγω ὑμῖν ὅτι γῇ σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί. |
[24]But I say unto you, that it shall be easier for them of the land of Sodom in the Day of Judgment, than for thee. |
[25]ἐν ἐκείνῳ τῶ καιρῶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν, ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· |
[25]At that time Jesus answered, and said, I give thee thanks, O Father, Lord of heaven and earth, because thou hast hid these things from the wise and men of understanding, and hast opened them unto babes. |
[26]ναί, ὁ πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. |
[26]It is so, O Father, because thy good pleasure was such. |
[27]πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. |
[27]All things are given unto me of my Father: and no man knoweth the Son, but the Father: neither knoweth any man the Father, but the Son, and he to whom the Son will reveal him. |
[28]δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. |
[28]Come unto me, all ye that are weary and laden, and I will ease you. |
[29]ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· |
[29]Take my yoke on you, and learn of me, that I am meek and lowly in heart: and ye shall find rest unto your souls. |
[30]ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν. |
[30]For my yoke is easy, and my burden light. |