|
[No book] |
[1]καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, |
[No book] |
[2]οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι. |
[No book] |
[3]τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου καϊάφα, |
[No book] |
[4]καὶ συνεβουλεύσαντο ἵνα τὸν ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν· |
[No book] |
[5]ἔλεγον δέ, μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῶ λαῶ. |
[No book] |
[6]τοῦ δὲ ἰησοῦ γενομένου ἐν βηθανίᾳ ἐν οἰκίᾳ σίμωνος τοῦ λεπροῦ, |
[No book] |
[7]προσῆλθεν αὐτῶ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ ἀνακειμένου. |
[No book] |
[8]ἰδόντες δὲ οἱ μαθηταὶ ἠγανάκτησαν λέγοντες, εἰς τί ἡ ἀπώλεια αὕτη; |
[No book] |
[9]ἐδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς. |
[No book] |
[10]γνοὺς δὲ ὁ ἰησοῦς εἶπεν αὐτοῖς, τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ· |
[No book] |
[11]πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· |
[No book] |
[12]βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν. |
[No book] |
[13]ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῶ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς. |
[No book] |
[14]τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ἰούδας ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς |
[No book] |
[15]εἶπεν, τί θέλετέ μοι δοῦναι κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῶ τριάκοντα ἀργύρια. |
[No book] |
[16]καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῶ. |
[No book] |
[17]τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῶ ἰησοῦ λέγοντες, ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα; |
[No book] |
[18]ὁ δὲ εἶπεν, ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῶ, ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστιν· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου. |
[No book] |
[19]καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα. |
[No book] |
[20]ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα. |
[No book] |
[21]καὶ ἐσθιόντων αὐτῶν εἶπεν, ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με. |
[No book] |
[22]καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῶ εἷς ἕκαστος, μήτι ἐγώ εἰμι, κύριε; |
[No book] |
[23]ὁ δὲ ἀποκριθεὶς εἶπεν, ὁ ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῶ τρυβλίῳ οὖτός με παραδώσει. |
[No book] |
[24]ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῶ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὖ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῶ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. |
[No book] |
[25]ἀποκριθεὶς δὲ ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν, μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῶ, σὺ εἶπας. |
[No book] |
[26]ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ἰησοῦς ἄρτον καὶ εὐλογήσας ἔκλασεν καὶ δοὺς τοῖς μαθηταῖς εἶπεν, λάβετε φάγετε, τοῦτό ἐστιν τὸ σῶμά μου. |
[No book] |
[27]καὶ λαβὼν ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων, πίετε ἐξ αὐτοῦ πάντες, |
[No book] |
[28]τοῦτο γάρ ἐστιν τὸ αἷμά μου τῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. |
[No book] |
[29]λέγω δὲ ὑμῖν, οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. |
[No book] |
[30]καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. |
[No book] |
[31]τότε λέγει αὐτοῖς ὁ ἰησοῦς, πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ, γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης· |
[No book] |
[32]μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν γαλιλαίαν. |
[No book] |
[33]ἀποκριθεὶς δὲ ὁ πέτρος εἶπεν αὐτῶ, εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ οὐδέποτε σκανδαλισθήσομαι. |
[No book] |
[34]ἔφη αὐτῶ ὁ ἰησοῦς, ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. |
[No book] |
[35]λέγει αὐτῶ ὁ πέτρος, κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως καὶ πάντες οἱ μαθηταὶ εἶπαν. |
[No book] |
[36]τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ ἰησοῦς εἰς χωρίον λεγόμενον γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς, καθίσατε αὐτοῦ ἕως [οὖ] ἀπελθὼν ἐκεῖ προσεύξωμαι. |
[No book] |
[37]καὶ παραλαβὼν τὸν πέτρον καὶ τοὺς δύο υἱοὺς ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. |
[No book] |
[38]τότε λέγει αὐτοῖς, περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ. |
[No book] |
[39]καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων, πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ. |
[No book] |
[40]καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῶ πέτρῳ, οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ; |
[No book] |
[41]γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. |
[No book] |
[42]πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων, πάτερ μου, εἰ οὐ δύναται τοῦτο παρελθεῖν ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. |
[No book] |
[43]καὶ ἐλθὼν πάλιν εὖρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι. |
[No book] |
[44]καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν πάλιν. |
[No book] |
[45]τότε ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ λέγει αὐτοῖς, καθεύδετε [τὸ] λοιπὸν καὶ ἀναπαύεσθε; ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν. |
[No book] |
[46]ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με. |
[No book] |
[47]καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ἰούδας εἷς τῶν δώδεκα ἦλθεν καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ. |
[No book] |
[48]ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων, ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτόν. |
[No book] |
[49]καὶ εὐθέως προσελθὼν τῶ ἰησοῦ εἶπεν, χαῖρε, ῥαββί· καὶ κατεφίλησεν αὐτόν. |
[No book] |
[50]ὁ δὲ ἰησοῦς εἶπεν αὐτῶ, ἑταῖρε, ἐφ᾽ ὃ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ἰησοῦν καὶ ἐκράτησαν αὐτόν. |
[No book] |
[51]καὶ ἰδοὺ εἷς τῶν μετὰ ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον. |
[No book] |
[52]τότε λέγει αὐτῶ ὁ ἰησοῦς, ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς, πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ ἀπολοῦνται. |
[No book] |
[53]ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι πλείω δώδεκα λεγιῶνας ἀγγέλων; |
[No book] |
[54]πῶς οὗν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι; |
[No book] |
[55]ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ἰησοῦς τοῖς ὄχλοις, ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν ἐν τῶ ἱερῶ ἐκαθεζόμην διδάσκων καὶ οὐκ ἐκρατήσατέ με. |
[No book] |
[56]τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον. |
[No book] |
[57]οἱ δὲ κρατήσαντες τὸν ἰησοῦν ἀπήγαγον πρὸς καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν. |
[No book] |
[58]ὁ δὲ πέτρος ἠκολούθει αὐτῶ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος. |
[No book] |
[59]οἱ δὲ ἀρχιερεῖς καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ἰησοῦ ὅπως αὐτὸν θανατώσωσιν, |
[No book] |
[60]καὶ οὐχ εὖρον πολλῶν προσελθόντων ψευδομαρτύρων. ὕστερον δὲ προσελθόντες δύο |
[No book] |
[61]εἶπαν, οὖτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι. |
[No book] |
[62]καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, οὐδὲν ἀποκρίνῃ; τί οὖτοί σου καταμαρτυροῦσιν; |
[No book] |
[63]ὁ δὲ ἰησοῦς ἐσιώπα. καὶ ὁ ἀρχιερεὺς εἶπεν αὐτῶ, ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ. |
[No book] |
[64]λέγει αὐτῶ ὁ ἰησοῦς, σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ. |
[No book] |
[65]τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων, ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν· |
[No book] |
[66]τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν, ἔνοχος θανάτου ἐστίν. |
[No book] |
[67]τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐράπισαν |
[No book] |
[68]λέγοντες, προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε; |
[No book] |
[69]ὁ δὲ πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῶ μία παιδίσκη λέγουσα, καὶ σὺ ἦσθα μετὰ ἰησοῦ τοῦ γαλιλαίου. |
[No book] |
[70]ὁ δὲ ἠρνήσατο ἔμπροσθεν πάντων λέγων, οὐκ οἶδα τί λέγεις. |
[No book] |
[71]ἐξελθόντα δὲ εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει τοῖς ἐκεῖ, οὖτος ἦν μετὰ ἰησοῦ τοῦ ναζωραίου. |
[No book] |
[72]καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. |
[No book] |
[73]μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῶ πέτρῳ, ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ, καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. |
[No book] |
[74]τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν. |
[No book] |
[75]καὶ ἐμνήσθη ὁ πέτρος τοῦ ῥήματος ἰησοῦ εἰρηκότος ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς. |