|
[1]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων |
[No book] |
[2]ἔντειλαι τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ χανααν σὺν τοῖς ὁρίοις αὐτῆς |
[No book] |
[3]καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου σιν ἕως ἐχόμενον εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν |
[No book] |
[4]καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν ακραβιν καὶ παρελεύσεται σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα καδης τοῦ βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν αραδ καὶ παρελεύσεται ασεμωνα |
[No book] |
[5]καὶ κυκλώσει τὰ ὅρια ἀπὸ ασεμωνα χειμάρρουν αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα |
[No book] |
[6]καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης |
[No book] |
[7]καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος |
[No book] |
[8]καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια σαραδα |
[No book] |
[9]καὶ ἐξελεύσεται τὰ ὅρια δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ |
[No book] |
[10]καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ ασερναιν σεπφαμα |
[No book] |
[11]καὶ καταβήσεται τὰ ὅρια ἀπὸ σεπφαμ αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια βηλα ἐπὶ νώτου θαλάσσης χεναρα ἀπὸ ἀνατολῶν |
[No book] |
[12]καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ |
[No book] |
[13]καὶ ἐνετείλατο μωυσῆς τοῖς υἱοῖς ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση |
[No book] |
[14]ὅτι ἔλαβεν φυλὴ υἱῶν ρουβην καὶ φυλὴ υἱῶν γαδ κατ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν |
[No book] |
[15]δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ νότου κατ ἀνατολάς |
[No book] |
[16]καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων |
[No book] |
[17]ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν ελεαζαρ ὁ ἱερεὺς καὶ ἰησοῦς ὁ τοῦ ναυη |
[No book] |
[18]καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν |
[No book] |
[19]καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς ιουδα χαλεβ υἱὸς ιεφοννη |
[No book] |
[20]τῆς φυλῆς συμεων σαλαμιηλ υἱὸς εμιουδ |
[No book] |
[21]τῆς φυλῆς βενιαμιν ελδαδ υἱὸς χασλων |
[No book] |
[22]τῆς φυλῆς δαν ἄρχων βακχιρ υἱὸς εγλι |
[No book] |
[23]τῶν υἱῶν ιωσηφ φυλῆς υἱῶν μανασση ἄρχων ανιηλ υἱὸς ουφι |
[No book] |
[24]τῆς φυλῆς υἱῶν εφραιμ ἄρχων καμουηλ υἱὸς σαβαθα |
[No book] |
[25]τῆς φυλῆς ζαβουλων ἄρχων ελισαφαν υἱὸς φαρναχ |
[No book] |
[26]τῆς φυλῆς υἱῶν ισσαχαρ ἄρχων φαλτιηλ υἱὸς οζα |
[No book] |
[27]τῆς φυλῆς υἱῶν ασηρ ἄρχων αχιωρ υἱὸς σελεμι |
[No book] |
[28]τῆς φυλῆς νεφθαλι ἄρχων φαδαηλ υἱὸς βεναμιουδ |
[No book] |
[29]οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς ισραηλ ἐν γῇ χανααν |
[No book] |