|
[1]ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς |
[No book] |
[2]γλῶσσα σοφῶν καλὰ ἐπίσταται στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά |
[No book] |
[3]ἐν παντὶ τόπῳ ὀφθαλμοὶ κυρίου σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς |
[No book] |
[4]ἴασις γλώσσης δένδρον ζωῆς ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος |
[No book] |
[5]ἄφρων μυκτηρίζει παιδείαν πατρός ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος |
[No book] |
[6]ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται οἴκοις δικαίων ἰσχὺς πολλή καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται |
[No book] |
[7]χείλη σοφῶν δέδεται αἰσθήσει καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς |
[No book] |
[8]θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ αὐτῷ |
[No book] |
[9]βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ |
[No book] |
[10]παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς |
[No book] |
[11]ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων |
[No book] |
[12]οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει |
[No book] |
[13]καρδίας εὐφραινομένης πρόσωπον θάλλει ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει |
[No book] |
[14]καρδία ὀρθὴ ζητεῖ αἴσθησιν στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά |
[No book] |
[15]πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός |
[No book] |
[16]κρείσσων μικρὰ μερὶς μετὰ φόβου κυρίου ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας |
[No book] |
[17]κρείσσων ξενισμὸς λαχάνων πρὸς φιλίαν καὶ χάριν ἢ παράθεσις μόσχων μετὰ ἔχθρας |
[No book] |
Fatal error: Uncaught TypeError: get_verse(): Argument #5 ($T) must be of type string, array given, called in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 610 and defined in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc:120
Stack trace:
#0 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc(610): get_verse(1, 'Pro', 15, 18, Array, 0, Array)
#1 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc(431): require('/var/www/vhosts...')
#2 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php(112): require('/var/www/vhosts...')
#3 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php(20): require('/var/www/vhosts...')
#4 {main}
thrown in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 120