|
[1]υἱέ μὴ ζηλώσῃς κακοὺς ἄνδρας μηδὲ ἐπιθυμήσῃς εἶναι μετ αὐτῶν |
[No book] |
[2]ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ |
[No book] |
[3]μετὰ σοφίας οἰκοδομεῖται οἶκος καὶ μετὰ συνέσεως ἀνορθοῦται |
[No book] |
[4]μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ |
[No book] |
[5]κρείσσων σοφὸς ἰσχυροῦ καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου |
[No book] |
[6]μετὰ κυβερνήσεως γίνεται πόλεμος βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς |
[No book] |
[7]σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου |
[No book] |
[8]ἀλλὰ λογίζονται ἐν συνεδρίοις ἀπαιδεύτοις συναντᾷ θάνατος |
[No book] |
[9]ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται |
[No book] |
[10]ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως ἕως ἂν ἐκλίπῃ |
[No book] |
[11]ῥῦσαι ἀγομένους εἰς θάνατον καὶ ἐκπρίου κτεινομένους μὴ φείσῃ |
[No book] |
[12]ἐὰν δὲ εἴπῃς οὐκ οἶδα τοῦτον γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ |
[No book] |
[13]φάγε μέλι υἱέ ἀγαθὸν γὰρ κηρίον ἵνα γλυκανθῇ σου ὁ φάρυγξ |
[No book] |
[14]οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ ἐὰν γὰρ εὕρῃς ἔσται καλὴ ἡ τελευτή σου καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει |
[No book] |
[15]μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας |
[No book] |
[16]ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς |
[No book] |
[17]ἐὰν πέσῃ ὁ ἐχθρός σου μὴ ἐπιχαρῇς αὐτῷ ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου |
[No book] |
[18]ὅτι ὄψεται κύριος καὶ οὐκ ἀρέσει αὐτῷ καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ αὐτοῦ |
[No book] |
[19]μὴ χαῖρε ἐπὶ κακοποιοῖς μηδὲ ζήλου ἁμαρτωλούς |
[No book] |
[20]οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται |
[No book] |
[21]φοβοῦ τὸν θεόν υἱέ καὶ βασιλέα καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς |
[No book] |
Fatal error: Uncaught TypeError: get_verse(): Argument #5 ($T) must be of type string, array given, called in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 610 and defined in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc:120
Stack trace:
#0 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc(610): get_verse(1, 'Pro', 24, 22, Array, 0, Array)
#1 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page.inc(431): require('/var/www/vhosts...')
#2 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/app.php(112): require('/var/www/vhosts...')
#3 /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/index.php(20): require('/var/www/vhosts...')
#4 {main}
thrown in /var/www/vhosts/firenewt.net/esb.bible/httpdocs/app/page/scroll/multiverse.inc on line 120