The Septuagint
LXX
➕
←
Psalms
Psa
125
→
[
1
]
ᾠδὴ
τῶν ἀναβαθμῶν ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν σιων ἐγενήθημεν ὡς παρακεκλημένοι
[
2
]
τότε
ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ αὐτῶν
[
3
]
ἐμεγάλυνεν
κύριος τοῦ ποιῆσαι μεθ ἡμῶν ἐγενήθημεν εὐφραινόμενοι
[
4
]
ἐπίστρεψον
κύριε τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ
[
5
]
οἱ
σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν
[
6
]
πορευόμενοι
ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν
Credit
Source:
sacred-texts.org
Top