|
[1]And I saw another mighty angel, that descended from heaven, clothed with a cloud; and a cloud-bow was over his head, and his face was like the sun, and his feet like pillars of fire. |
[1]καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός, |
[2]And he had in his hand an open little book: and he placed his right foot upon the sea, and his left upon the land: |
[2]καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς, |
[3]and he cried with a loud voice, as a lion roareth: and when he had cried, the seven thunders uttered their voices. |
[3]καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. |
[4]And when the seven thunders had spoken, I was about to write. And I heard a voice from heaven, saying: Seal up the things which the seven thunders have uttered, and write them not. |
[4]καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν· καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς. |
[5]And the angel whom I saw standing upon the sea and the land, raised his right hand to heaven, |
[5]καὶ ὁ ἄγγελος ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανὸν |
[6]and swore, by him who liveth for ever and ever, who created heaven and the things in it, and the earth and the things in it, and the sea and the things in it, that the time should be no longer; |
[6]καὶ ὤμοσεν ἐν τῶ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῶ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται, |
[7]but, in the days of the voice of the seventh angel, when he shall sound, and the mystery of God shall be consummated; as he announced to his servants the prophets. |
[7]ἀλλ᾽ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας. |
[8]And the voice which I heard from heaven, spoke to me again, and said: Go, take the little open book in the hand of the angel that standeth on the sea and on the land. |
[8]καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετ᾽ ἐμοῦ καὶ λέγουσαν, ὕπαγε λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. |
[9]And I went to the angel, telling him to give me the little book. And he said to me, Take, and eat it: and it will make thy bowels bitter, but in thy mouth it will be sweet as honey. |
[9]καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον λέγων αὐτῶ δοῦναί μοι τὸ βιβλαρίδιον. καὶ λέγει μοι, λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ᾽ ἐν τῶ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. |
[10]And I took the little book from the hand of the angel, and ate it: and it was in my mouth sweet like honey: and when I had eaten it, my bowels were bitter. |
[10]καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῶ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. |
[11]And be said to me, Thou must again prophesy upon many nations, and peoples, and princes, and kings. |
[11]καὶ λέγουσίν μοι, δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς. |