|
[1]And Y herde a greet vois fro heuene, seiynge to the seuene aungels, Go ye, and schede out the seuene viols of Goddis wraththe in to erthe. |
[1]Καὶ ἤκουσα φωνῆς μεγάλης ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, Ὑπάγετε, καὶ ἐκχέατε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν. |
[2]And the firste aungel wente, and schedde out his viol in to the erthe; and a wounde fers and werst was maad on alle that hadden the carect of the beeste, and on hem that worschipiden the beeste, and his ymage. |
[2]καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ. |
[3]And the secounde aungel schedde out his viol in to the see, and the blood was maad, as of a deed thing; and ech man lyuynge was deed in the see. |
[3]Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσσῃ. |
[4]And the thridde aungel schedde out his viol on the floodis, and on the wellis of watris, and seide, |
[4]Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. |
[5]Just art thou, Lord, that art, and that were hooli, that demest these thingis; |
[5]καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν ὅσιος, ὅτι ταῦτα ἔκρινας· |
[6]for thei schedden out the blood of halewis and prophetis, and thou hast youun to hem blood to drinke; for thei ben worthi. |
[6]ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς δέδωκας πιεῖν· ἄξιοί εἰσιν. |
[7]And I herde anothir seiynge, Yhe! Lord God almiyti, trewe and iust ben thi domes. |
[7]καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος, Ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου. |
[8]And the fourthe aungel schedde out his viol in to the sunne, and it was youun to hym to turmente men with heete and fier. |
[8]Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί· |
[9]And men swaliden with greet heete, and blasfemyden the name of God hauynge power on these plagis, nether thei diden penaunce, that thei schulden yyue glorie to hym. |
[9]καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν. |
[10]And the fifte aungel schedde out his viol on the seete of the beeste, and his kyngdom was maad derk; and thei eten togidere her tungis for sorewe, |
[10]Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, |
[11]and thei blasfemyden God of heuene, for sorewis of her woundis; and thei diden not penaunce of her werkis. |
[11]καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν. |
[12]And the sixte aungel schedde out his viol in `that ilke greet flood Eufratis, and driede the watir of it, that weie were maad redi to kingis fro the sunne rysyng. |
[12]Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν [τὸν] Εὐφράτην· καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου. |
[13]And Y say thre vnclene spiritis bi the manner of froggis go out of the mouth of the dragoun, and of the mouth of the beeste, and of the mouth of the fals prophete. |
[13]καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι· |
[14]For thei ben spiritis of deuels, makynge signes, and thei gon forth to kingis of al erthe, to gadere hem in to batel, to the greet dai of almiyti God. |
[14]εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος. |
[15]Lo! Y come, as a niyt theefe. Blessid is he that wakith, and kepith hise clothis, that he wandre not nakid, and that thei se not the filthhed of hym. |
[15]ἰδοὺ ἔρχομαι ὡς κλέπτης· μακάριος ὁ γρηγορῶν, καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσι τὴν ἀσχημοσύνην αὐτοῦ. |
[16]And he schal gadre hem in to a place, that is clepid in Ebreu Hermagedon. |
[16]καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών. |
[17]And the seuenthe aungel schedde out his viol in to the eyr, and a greet vois wente out of heuene fro the trone, and seide, It is don. |
[17]Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου, λέγουσα, Γέγονεν. |
[18]And leityngis weren maad, and voices, and thundris; and a greet erthe mouyng was maad, which manere neuere was, sithen men weren on erthe, siche `erthe mouyng so greet. |
[18]καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ᾽ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμὸς οὕτως μέγας. |
[19]And the greet citee was maad in to thre parties, and the citees of hethene men felden doun; and greet Babiloyne cam in to mynde byfor God, to yyue to it the cuppe of wyn of the indignacyoun of his wraththe. |
[19]καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. |
[20]And ech ile flei awei, and hillis ben not foundun. |
[20]καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. |
[21]And greet hail as a talent cam doun fro heuene in to men; and men blasfemyden God, for the plage of hail, for it was maad ful greet. |
[21]καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεόν, ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα. |