|
[1]I seie treuthe in Crist Jhesu, Y lye not, for my conscience berith witnessyng to me in the Hooli Goost, |
[1]Ἀλήθειαν λέγω ἐν Χριστῷ, οὐ ψεύδομαι, συμμαρτυρούσης μοι τῆς συνειδήσεώς μου ἐν πνεύματι ἁγίῳ, |
[2]for greet heuynesse is to me, and contynuel sorewe to my herte. |
[2]ὅτι λύπη μοί ἐστιν μεγάλη καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου· |
[3]For Y my silf desiride to be departid fro Crist for my britheren, that ben my cosyns aftir the fleisch, that ben men of Israel; |
[3]ηὐχόμην γὰρ ⸂ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ⸃ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου τῶν συγγενῶν μου κατὰ σάρκα, |
[4]whos is adopcioun of sones, and glorie, and testament, and yyuyng of the lawe, and seruyce, and biheestis; |
[4]οἵτινές εἰσιν Ἰσραηλῖται, ὧν ἡ υἱοθεσία καὶ ἡ δόξα καὶ αἱ διαθῆκαι καὶ ἡ νομοθεσία καὶ ἡ λατρεία καὶ αἱ ἐπαγγελίαι, |
[5]whos ben the fadris, and of which is Crist after the fleisch, that is God aboue alle thingis, blessid in to worldis. |
[5]ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων, θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας· ἀμήν. |
[6]Amen. But not that the word of God hath falle doun. For not alle that ben of Israel, these ben Israelitis. |
[6]Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραήλ, οὗτοι Ἰσραήλ· |
[7]Nethir thei that ben seed of Abraham, `alle ben sonys; but in Ysaac the seed schal be clepid to thee; |
[7]οὐδʼ ὅτι εἰσὶν σπέρμα Ἀβραάμ, πάντες τέκνα, ἀλλʼ· Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. |
[8]that is to seie, not thei that ben sones of the fleisch, ben sones of God, but thei that ben sones of biheeste ben demed in the seed. |
[8]τοῦτʼ ἔστιν, οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· |
[9]For whi this is the word of biheest, Aftir this tyme Y schal come, and a sone schal be to Sare. |
[9]ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος· Κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι καὶ ἔσται τῇ Σάρρᾳ υἱός. |
[10]And not oneli sche, but also Rebecca hadde twey sones of o liggyng bi of Ysaac, oure fadir. |
[10]οὐ μόνον δέ, ἀλλὰ καὶ Ῥεβέκκα ἐξ ἑνὸς κοίτην ἔχουσα, Ἰσαὰκ τοῦ πατρὸς ἡμῶν· |
[11]And whanne thei weren not yit borun, nether hadden don ony thing of good ether of yuel, that the purpos of God schulde dwelle bi eleccioun, |
[11]μήπω γὰρ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ ⸀φαῦλον, ἵνα ἡ κατʼ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, |
[12]not of werkis, but of God clepynge, it was seid to hym, |
[12]οὐκ ἐξ ἔργων ἀλλʼ ἐκ τοῦ καλοῦντος, ἐρρέθη αὐτῇ ὅτι Ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι· |
[13]that the more schulde serue the lesse, as it is writun, Y louede Jacob, but Y hatide Esau. |
[13]⸀καθὼς γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα. |
[14]What therfor schulen we seie? Whether wickidnesse be anentis God? |
[14]Τί οὖν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο· |
[15]God forbede. For he seith to Moyses, Y schal haue merci on whom Y haue merci; and Y schal yyue merci on whom Y schal haue merci. |
[15]τῷ ⸂Μωϋσεῖ γὰρ⸃ λέγει· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. |
[16]Therfor it is not nether of man willynge, nethir rennynge, but of God hauynge mercy. |
[16]ἄρα οὖν οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ. |
[17]And the scripture seith to Farao, For to this thing Y haue stirid thee, that Y schewe in thee my vertu, and that my name be teld in al erthe. |
[17]λέγει γὰρ ἡ γραφὴ τῷ Φαραὼ ὅτι Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. |
[18]Therfor of whom God wole, he hath merci; and whom he wole, he endurith. |
[18]ἄρα οὖν ὃν θέλει ἐλεεῖ, ὃν δὲ θέλει σκληρύνει. |
[19]Thanne seist thou to me, What is souyt yit? for who withstondith his wille? |
[19]Ἐρεῖς ⸂μοι οὖν⸃· Τί ⸀οὖν ἔτι μέμφεται; τῷ γὰρ βουλήματι αὐτοῦ τίς ἀνθέστηκεν; |
[20]O! man, who art thou, that answerist to God? Whether a maad thing seith to hym that made it, What hast thou maad me so? |
[20]⸂ὦ ἄνθρωπε, μενοῦνγε⸃ σὺ τίς εἶ ὁ ἀνταποκρινόμενος τῷ θεῷ; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Τί με ἐποίησας οὕτως; |
[21]Whether a potter of cley hath not power to make of the same gobet o vessel in to honour, an othere in to dispit? |
[21]ἢ οὐκ ἔχει ἐξουσίαν ὁ κεραμεὺς τοῦ πηλοῦ ἐκ τοῦ αὐτοῦ φυράματος ποιῆσαι ὃ μὲν εἰς τιμὴν σκεῦος ὃ δὲ εἰς ἀτιμίαν; |
[22]That if God willynge to schewe his wraththe, and to make his power knowun, hath suffrid in greet pacience vessels of wraththe able in to deth, |
[22]εἰ δὲ θέλων ὁ θεὸς ἐνδείξασθαι τὴν ὀργὴν καὶ γνωρίσαι τὸ δυνατὸν αὐτοῦ ἤνεγκεν ἐν πολλῇ μακροθυμίᾳ σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, |
[23]to schewe the riytchessis of his glorie in to vessels of merci, whiche he made redi in to glorie. |
[23]⸀καὶ ἵνα γνωρίσῃ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ ἐπὶ σκεύη ἐλέους, ἃ προητοίμασεν εἰς δόξαν, |
[24]Whiche also he clepide not oneli of Jewis, but also of hethene men, as he seith in Osee, |
[24]οὓς καὶ ἐκάλεσεν ἡμᾶς οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν;— |
[25]Y schal clepe not my puple my puple, and not my loued my louyd, and not getynge mercy getynge merci; |
[25]ὡς καὶ ἐν τῷ Ὡσηὲ λέγει· Καλέσω τὸν οὐ λαόν μου λαόν μου καὶ τὴν οὐκ ἠγαπημένην ἠγαπημένην· |
[26]and it schal be in the place, where it is seid to hem, Not ye my puple, there thei schulen be clepid the sones of `God lyuynge. |
[26]καὶ ἔσται ἐν τῷ τόπῳ οὗ ἐρρέθη ⸀αὐτοῖς· Οὐ λαός μου ὑμεῖς, ἐκεῖ κληθήσονται υἱοὶ θεοῦ ζῶντος. |
[27]But Isaye crieth for Israel, If the noumbre of Israel schal be as grauel of the see, the relifs schulen be maad saaf. |
[27]Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· Ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ⸀ὑπόλειμμα σωθήσεται· |
[28]Forsothe a word makynge an ende, and abreggynge in equyte, for the Lord schal make a word breggid on al the erthe. |
[28]λόγον γὰρ συντελῶν καὶ ⸀συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. |
[29]And as Ysaye bifor seide, But God of oostis hadde left to vs seed, we hadden be maad as Sodom, and we hadden be lijk as Gommor. |
[29]καὶ καθὼς προείρηκεν Ἠσαΐας· Εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν. |
[30]Therfor what schulen we seie? That hethene men that sueden not riytwisnesse, han gete riytwisnesse, yhe, the riytwisnesse that is of feith. |
[30]Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· |
[31]But Israel suynge the lawe of riytwisnesse, cam not parfitli in to the lawe of riytwisnesse. |
[31]Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς ⸀νόμον οὐκ ἔφθασεν. |
[32]Whi? For not of feith, but as of werkys. And thei spurneden ayens the stoon of offencioun, |
[32]διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλʼ ὡς ἐξ ⸀ἔργων· ⸀προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, |
[33]as it is writun, Lo! Y putte a stoon of offensioun in Syon, and a stoon of sclaundre; and ech that schal bileue `in it, schal not be confoundid. |
[33]καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, ⸀καὶ ὁ πιστεύων ἐπʼ αὐτῷ οὐ καταισχυνθήσεται. |