«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
Ruth
Rut
4
   
[1]καὶ βοος ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ καὶ ἰδοὺ ὁ ἀγχιστευτὴς παρεπορεύετο ὃν εἶπεν βοος καὶ εἶπεν πρὸς αὐτὸν βοος ἐκκλίνας κάθισον ὧδε κρύφιε καὶ ἐξέκλινεν καὶ ἐκάθισεν [1]Then went Boaz up to the gate, and sat there, and behold, the kinsman, of whom Boaz had spoken, came by: and he said, Ho, such one, come, sit down here. And he turned, and sat down.
[2]καὶ ἔλαβεν βοος δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν καθίσατε ὧδε καὶ ἐκάθισαν [2]Then he took ten men of the elders of the city, and said, Sit ye down here. And they sat down.
[3]καὶ εἶπεν βοος τῷ ἀγχιστεῖ τὴν μερίδα τοῦ ἀγροῦ ἥ ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ αβιμελεχ ἣ δέδοται νωεμιν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ μωαβ [3]And he said unto the kinsman, Naomi, that is come again out of the country of Moab, will sell a parcel of land, which was our brother Elimelech's.
[4]κἀγὼ εἶπα ἀποκαλύψω τὸ οὖς σου λέγων κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου εἰ ἀγχιστεύεις ἀγχίστευε εἰ δὲ μὴ ἀγχιστεύεις ἀνάγγειλόν μοι καὶ γνώσομαι ὅτι οὐκ ἔστιν πάρεξ σοῦ τοῦ ἀγχιστεῦσαι κἀγώ εἰμι μετὰ σέ ὁ δὲ εἶπεν ἐγώ εἰμι ἀγχιστεύσω [4]And I thought to advertise thee, saying, Buy it before the assistants, and before the elders of my people. If thou wilt redeem it, redeem it: but if thou wilt not redeem it, tell me: for I know that there is none besides thee to redeem it, and I am after thee. Then he answered, I will redeem it.
[5]καὶ εἶπεν βοος ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σε τὸν ἀγρὸν ἐκ χειρὸς νωεμιν καὶ παρὰ ρουθ τῆς μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος καὶ αὐτὴν κτήσασθαί σε δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ [5]Then said Boaz, What day thou buyest the field of the hand of Naomi, thou must also buy it of Ruth the Moabitess the wife of the dead, to stir up the name of the dead, upon his inheritance.
[6]καὶ εἶπεν ὁ ἀγχιστεύς οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ μήποτε διαφθείρω τὴν κληρονομίαν μου ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι [6]And the kinsman answered, I cannot redeem it, lest I destroy mine own inheritance: redeem my right to thee, for I cannot redeem it.
[7]καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ ισραηλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον καὶ ὑπελύετο ὁ ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ καὶ τοῦτο ἦν μαρτύριον ἐν ισραηλ [7]Now this was the manner before time in Israel, concerning redeeming and changing, for to stablish all things: a man did pluck off his shoe, and gave it his neighbor, and this was a sure witness in Israel.
[8]καὶ εἶπεν ὁ ἀγχιστεὺς τῷ βοος κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ [8]Therefore the kinsman said to Boaz, Buy it for thee: and he drew off his shoe.
[9]καὶ εἶπεν βοος τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ αβιμελεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ χελαιων καὶ τῷ μααλων ἐκ χειρὸς νωεμιν [9]And Boaz said unto the elders and unto all the people, Ye are witnesses this day, that I have bought all that was Elimelech's, and all that was Chilion's and Mahlon's, of the hand of Naomi.
[10]καί γε ρουθ τὴν μωαβῖτιν τὴν γυναῖκα μααλων κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ μάρτυρες ὑμεῖς σήμερον [10]And moreover, Ruth the Moabitess the wife of Mahlon, have I bought to be my wife, to stir up the name of the dead upon his inheritance, and that the name of the dead be not put out from among his brethren, and from the gate of his place: ye are witnesses this day.
[11]καὶ εἴποσαν πᾶς ὁ λαὸς οἱ ἐν τῇ πύλῃ μάρτυρες καὶ οἱ πρεσβύτεροι εἴποσαν δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς ραχηλ καὶ ὡς λειαν αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον ισραηλ καὶ ἐποίησαν δύναμιν ἐν εφραθα καὶ ἔσται ὄνομα ἐν βαιθλεεμ [11]And all the people that were in the gate, and the elders said, We are witnesses: the Lord make the wife that cometh into thine house, like Rachel and like Leah, which twain did build the house of Israel: and that thou mayest do worthily in Ephrathah, and be famous in Beth-lehem,
[12]καὶ γένοιτο ὁ οἶκός σου ὡς ὁ οἶκος φαρες ὃν ἔτεκεν θαμαρ τῷ ιουδα ἐκ τοῦ σπέρματος οὗ δώσει κύριός σοι ἐκ τῆς παιδίσκης ταύτης [12]And that thine house be like the house of Pharez ( whom Tamar bear unto Judah) of the seed which the Lord shall give thee of this young woman.
[13]καὶ ἔλαβεν βοος τὴν ρουθ καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα καὶ εἰσῆλθεν πρὸς αὐτήν καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν καὶ ἔτεκεν υἱόν [13]So Boaz took Ruth, and she was his wife: and when he went in unto her, the Lord gave that she conceived, and bear a son.
[14]καὶ εἶπαν αἱ γυναῖκες πρὸς νωεμιν εὐλογητὸς κύριος ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστέα καὶ καλέσαι τὸ ὄνομά σου ἐν ισραηλ [14]And the women said unto Naomi, Blessed be the Lord, which hath not left thee this day without a kinsman, and his name shall be continued in Israel.
[15]καὶ ἔσται σοι εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου ὅτι ἡ νύμφη σου ἡ ἀγαπήσασά σε ἔτεκεν αὐτόν ἥ ἐστιν ἀγαθή σοι ὑπὲρ ἑπτὰ υἱούς [15]And this shall bring thy life again, and cherish thine old age: for thy daughter in law which loveth thee, hath borne unto him, and she is better to thee than seven sons.
[16]καὶ ἔλαβεν νωεμιν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν [16]And Naomi took the child, and laid it in her lap, and became nurse unto it.
[17]καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι ἐτέχθη υἱὸς τῇ νωεμιν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ ωβηδ οὗτος πατὴρ ιεσσαι πατρὸς δαυιδ [17]And the women her neighbors gave it a name, saying, There is a child born to Naomi, and called the name thereof Obed: the same was the father of Jesse, the father of David.
[18]καὶ αὗται αἱ γενέσεις φαρες φαρες ἐγέννησεν τὸν εσρων [18]These now are the generations of Pharez: Pharez begat Hezron,
[19]εσρων δὲ ἐγέννησεν τὸν αρραν καὶ αρραν ἐγέννησεν τὸν αμιναδαβ [19]And Hezron begat Ram, and Ram begat Amminadab,
[20]καὶ αμιναδαβ ἐγέννησεν τὸν ναασσων καὶ ναασσων ἐγέννησεν τὸν σαλμαν [20]And Amminadab begat Nahshon, and Nahshon begat Salmon,
[21]καὶ σαλμαν ἐγέννησεν τὸν βοος καὶ βοος ἐγέννησεν τὸν ωβηδ [21]And Salmon begat Boaz, and Boaz begat Obed,
[22]καὶ ωβηδ ἐγέννησεν τὸν ιεσσαι καὶ ιεσσαι ἐγέννησεν τὸν δαυιδ [22]And Obed begat Jesse, and Jesse begat David.
Source: sacred-texts.org
Source: archive.org
Top